{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Contra Eunomium 273.1","citation":"Gregorius Nyssenus, Contra Eunomium 273.1","ref":"273.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/273.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/273.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/273.1.md","author":{"name":"Gregorius Nyssenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol"},"work":{"title":"Contra Eunomium","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium","urn":"urn:cts:greekLit:tlg2017.tlg030"},"verse":false,"words":444,"text":"ἀρχῶν κατασκευὴ ἐναπέθετο, ᾧ οὐκ ἔστι δύναμις, ἢ εὐθὺ ποιῆσαι τῷ ὑποδεχομένῳ τὸ ἴχνος, εἰ περιφερὴς εἴη ἡ ἐργασία, ἢ κύκλον δείξαι διὰ τοῦ τύπου, εἰ κατ’ εὐθεῖαν ἐχρηματισμένον τύχῃ τὸ ὄργανον. Ὅσον δὲ τῆς τοιαύτης διανοίας ἐστὶ τὸ βλάσφημον, τί χρὴ διὰ τῶν ἡμετέρων ἐκκαλύπτεσθαι λόγων, αὐτὴς τῆς αἱρετικῆς φωνῆς τὴν ἀτοπίαν βωῶσης; Εἰ γὰρ διὰ τοῦτο ὑπήκοος, διότι τοιοῦτός ἐγένετο, οὐδὲ πρὸς ἀνθρωπίνην φύσιν πάντως τὸ ἴσον ἔχει. Ἐπερ ἡμῖν μὲν αὐτεξούσιός ἐστιν ἡ ψυχὴ καὶ ἀδέσποτος, αὐτοκρατορικῶς αἱρουμένη κατ’ ἐξουσίαν τὸ καθεάμιον· ὁ δὲ ἀνάγκῃ φύσεως ὑπεξευμένως, ἐνεργεῖ διὰ παντός, μᾶλλον δὲ πάσχει τὴν ὑπακοήν· οὐδὲ εἰ μὴ βούλοιτο τοῦτο ποιεῖν συγχωροῦσης τῆς φύσεως. Ἐκ γὰρ τοῦ Ὑἱὸς εἶναι καὶ γεγεννηθᾶι οὕτως, ὑπήκοος γέγονεν ἐν λόγοις, καὶ ὑπήκοος ἐν ἔργοις. Ὦ τῆς ἀναίσθησίας τοῦ δόγματος! Λόγοις ὑπήκοον τὸν Λόγον ποιεῖς, καὶ προεπίστασαι τῷ ὄντι Λόγῳ Λόγους ἑτέρους· καὶ μεσιτεύει τοῦ ἐν τῇ ἀρχῇ ὄντος Λόγου ἕτερος Λόγος τῆς ἀρχῆς πρὸς αὐτὸν διαπερθεύων τὸ βούλημα. Καὶ οὐχ εἷς οὗτος, ἀλλὰ καὶ πλειονές εἰσὶ τινες Λόγοι, οἱ διὰ μέσου τῆς ἀρχῆς καὶ τοῦ Λόγου παρὰ τοῦ Εὐνομίου παρενεχόμενοι, καὶ πρὸς τὸ δοκοῦν αὐτοῖς τῇ ὑπακὴ αὐτοῦ καταχρώμενοι. Ἄλλὰ τί χρὴ τῇ ματαιότητι τῶν λεγομένων ἐνδιατριβεῖν; Πάντι γὰρ ὁρῶν ἐστιν, ὅτι καὶ ὅτε ὁ Παῦλος εἶπεν αὐτὸν γεγεννηθᾶι ὑπήκοον, ἐπεὶ δὲ οὕτως αὐτὸν γεγεννηθᾶι, σάρκα καὶ δοῦλον, καὶ κατάραν καὶ ἁμαρτίαν δι’ ἡμᾶς γενομένον, οὐδὲ τότε ὁ Κύριος τῆς δόξης, ὁ τῆς αἰσχύνης καταφρονήσας, καὶ τῇ σαρκὶ τὸ πάθος ἀναδεξάμενος, τῆς αὐθεντικῆς ἐξουσίας ἑαυτὸν ἡλώτριψεν, λέγων, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ πάλιν, Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Καὶ ὅτε προσήγγισαν αὐτῷ κατὰ τὴν πρὸ τοῦ πάθους νύκτα, οἱ τῷ σιδήρῳ καὶ τοῖς ξύλοις καθωπλισμένοι, πάντας αὐτοὺς εἰς τὸ κατόπιν ἀνέτρεψε διὰ τοῦ εἰπεῖν, ὅτι Ἐγώ εἰμι· καὶ πάλιν τοῦ ληστοῦ ἱκετεύσαντος ἐν μνήμῃ παρ’ αὐτοῦ γενέσθαι, ἔδειξε τὴν ἐπὶ πάντων ἐξουσίαν, ἐν ᾧς φησι, Σήμερον μετ’ ἐμοῦ ἐσὶ ἐν τῷ παραδείσῳ. Εἰ τοίνυν οὐδὲ ἐν τῷ καιρῷ τοῦ πάθους τῆς ἐξουσίας χωρίζεται, ποῦ ποτε βλέπει ἡ αἵρεσις τοῦ βασιλέως τῆς δόξης τὸ ὑπεξοῦν; Τίς δὲ καὶ ἡ πολυτρόπος αὕτη μεσιτεία, ἣν ἐπιβραλλεῖ τῷ Θεῷ, μεσίτην λέγων ἐν δόγμασι, μεσίτην ἐν νόμῳ; Οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς τοῦ Ἀποστόλου φωνῆς ἐπαιδεύθημεν· ὅς φησιν, ὅτι τὸν νόμον τῶν ἐντολῶν καταργήσας τοῖς ἑαυτοῦ δόγμασιν, οὗτός ἐστιν ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων. Εἰπὼν τοῦτο τὸ δόγμα, ὅτι Εἷς Θεός, καὶ εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς· ὅλον ἡμῖν ἐνταῦθα τὸν σκοπὸν τοῦ μυστηρίου διὰ τῆς τοῦ μαρτύρου λέξεως διαλαβὼν, ἀπεκαλύψατο· ὅ δὲ σκοπὸς οὗτός ἐστιν· ἀπέστη διὰ τῆς τοῦ ἀντικειμένου κακίας ποτὲ τὸ ἀνθρώπινον, καὶ τῇ ἁμαρτίᾳ δουλώθη,","prev":{"citation":"Contra Eunomium 272.2","label":"272.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/272.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/272.2"},"next":{"citation":"Contra Eunomium 274.1-275.1","label":"274.1 to 275.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/274.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/274.1"},"credit":{"text":"Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001611","quality":"ocr"}}