{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Contra Eunomium 277.1","citation":"Gregorius Nyssenus, Contra Eunomium 277.1","ref":"277.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/277.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/277.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/277.1.md","author":{"name":"Gregorius Nyssenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol"},"work":{"title":"Contra Eunomium","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium","urn":"urn:cts:greekLit:tlg2017.tlg030"},"verse":false,"words":445,"text":"Πατρὶ. Τοῦ δὲ τοιούτου λόγου τὸ κατὰ τὴν φύσιν οὐκ εἰκὼν διανυμφεύει· ὡς ἐπὶ τοῦ Σὲθ καὶ τοῦ Ἀδάμ· ἡ θεόπνευστος μαρτυρεῖ διδασκαλία· μικρὰ φρονήσας ὁ δογματιστὴς τῶν συνετῶς ἀκροωμένων, τὴν κενὴν ἐπήγαγεν ὀνομασίαν τῆς τοῦ Υἱοῦ προσήγορον, εἰκόνα καὶ σφραγίδα τῆς τοῦ Παντοκράτορος ἐνεργείας αὐτὸν ὁρισάμενος. Υἱὸς γὰρ ἐστι, φησίν, εἰκὼν καὶ σφραγὶς τῆς τοῦ Παντοκράτορος ἐνεργείας. Αὐτὸ μοι τοῦτο πρῶτον ὁ ἔχων ὦτα ἀκοῦσαι ἐπισκεψάσθω. Τίς ἐστιν ἡ τῆς ἐνεργείας σφραγίς; Πᾶσα γὰρ ἐνέργεια, ἐν μὲν τῷ ἐκπονῶντι τὸ σπουδαιζόμενον θεωρεῖται. Περαιωθέντος δὲ τοῦ σπουδαιζομένου, καθ’ ἑαυτὴν οὐχ ὑφέστηκεν· οὐ γὰρ ἐνέργεια τοῦ δρόμου, ἢ διὰ τῶν ποδῶν ἐστι κίνησις· παυσάμενης δὲ τῆς κινήσεως, οὐκέτι ἐστὶν ἐφ’ ἑαυτῆς ἡ ἐνέργεια. Οὕτως καὶ ἐπὶ παντὸς ἐστὶν ἐπιτηδεύματος τὸ ἴσον εἰπεῖν, τῇ σπουδῇ τῆς περὶ τι πονούσης, συναπαλλοῦν καὶ τὴν ἐνέργειαν· ἐφ’ ἑαυτῆς δὲ οὐκ οὔσαν οὔτε ἐνεργούντος τινὸς τὴν προκειμένην ἀσπουδὴν, οὔτε εἰ τῆς σπουδῆς ἀπολήξειε. Τί οὖν λέγει εἶναι καθ’ ἑαυτὴν τὴν ἐνέργειαν, τὴν οὔτε οὐσίαν οὖσαν, οὔτε χαρακτήρα, οὔτε ὑπόστασιν; Οὐκοῦν τοῦ ἀνυπστάτου αὐτὸν εἶπεν ὁμοίωμα· τὸ δὲ τῷ ἀνυπάρκῃ ὁμοιον, οὐδὲ αὐτὸ πάντως ἐστίν· αὕτη τῶν κενῶν δογμάτων ἡ τερατεία, τὸ πιστεύειν εἰς τὸ μὴ ὄν. Τὸ γὰρ μὴ τῷ ὄντι ὁμοιον, οὐχ ἔστι πάντως. Ὦ Παῦλε, καὶ Ἰωάννη, καὶ ὁ λοιπὸς τῶν εὐαγγελιστῶν τε καὶ τῶν ἀποστόλων χορός· τίνες τῇ ὑμετέρᾳ φωνῇ τὰς λοβόλους γλώσσας ἐαυτῶν ἀνθοπλίζουσι; Τίνες ταῖς οὐρανίαις ὑμῶν βρονταῖς τὰς βατραχωδεῖς ἐαυτῶν φωνὰς ἀντεχεῖται; Τί οὖν λέγει ὁ υἱὸς τῆς βροντῆς; Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τί δὲ ὁ μετ’ ἐκείνου, ἄλλος ἐκείνος, ὁ ἐνδὸς τῶν οὐρανίων ἀθύων γενόμενος, ὁ ἐν τῷ παραδείσῳ μυηθεὶς τὰ ἀπόρρητα; Ὦρ, φησίν, ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτήρ τῆς ὑποστάσεως αὐτοῦ. Τί μετὰ τούτους λέγει ὁ ἐγαστριμύθος; Σφραγὶς, φησί, τῆς ἐνεργείας τοῦ Παντοκράτορος· τρίτον αὐτὸν μετὰ τοῦ Πατρὸς ποιεῖ, τῇ ἀνυπάρκτῃ ἐκείνῃ ἐνεργείᾳ μεσιτευομένου· μᾶλλον δὲ πρὸς τὸ δοκοῦν τῇ ἀνυπαρξίᾳ τυπούμενον. Ἐνεργείας ἐστὶ σφραγὶς ὁ ἐν ἀρχῇ ὤν, Λόγος Θεός, καὶ τῇ ἀϊδίῳ τῆς ἀρχῆς τῶν ὄντων ἐνθεωρούμενος, ὁ Μονογενὴς Θεός, ὁ ὤν ἐν τοῖς κόλποις τοῦ Πατρός, ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ποιητὴς τῶν αἰώνων, ἐξ οὗ τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, ὁ κατέχων τὸν γύρον τῆς γῆς, ὁ διελιπὼς τὸν οὐρανὸν σπιθαμῇ, ὁ περιμετρῶν τῇ χειρὶ τὸ ὕδωρ, ὁ περιδεξαμένος πάντων τῶν ὄντων, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ θεωρῶν, μᾶλλον δὲ ἐπιδὼν, ἵνα ποιήσῃ πᾶσαν τὴν οἰκουμένην ἑαυτῷ ὑποπόδιον, τῷ ἔχειν τοῦ Λόγου ἐντυπωθίσαν· ἐνεργείας ἐστὶ σφραγὶς, ἢ μορφὴ τοῦ Θεοῦ. Οὐκοῦν ἐνέργεια ἐστὶν ὁ Θεός, οὐχ ὑπόστασις. Καὶ μὴν αὐτὸ τοῦτο διερμηνεύων φησίν ὁ Παῦλος, ὅτι χαρακτήρ ἐστιν οὐ τῆς ἐνεργείας, ἀλλὰ τῆς ὑποστάσεως· ἢ τὴς δόξης","prev":{"citation":"Contra Eunomium 275.2","label":"275.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/275.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/275.2"},"next":{"citation":"Contra Eunomium 278.1","label":"278.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/278.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/278.1"},"credit":{"text":"Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001611","quality":"ocr"}}