{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Contra Eunomium 284.1","citation":"Gregorius Nyssenus, Contra Eunomium 284.1","ref":"284.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/284.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/284.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/284.1.md","author":{"name":"Gregorius Nyssenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol"},"work":{"title":"Contra Eunomium","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium","urn":"urn:cts:greekLit:tlg2017.tlg030"},"verse":false,"words":431,"text":"τη κτίσει νοουμένων ἡ φωνὴ τοῦ Κυρίου προσεμαρτύρησεν, οὐ τοῖς ὁρωμένοις, οὐ τοῖς ὁράτοις, οὐ ὁρόμενος, οὐχ ἁραῖς, οὐχ ἑξουσίας, οὐ κυριότητας, οὐχ ἄλλῳ τινὶ ὀνομαζομένῳ δυνάμει· οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι. Οὐ τοίνυν πᾶσα ἡ κτίσις ἀμέτοχος, δήλον ἄν εἴη πάντως ὅτι τοῦτο τῆς ἀκτίστου φύσεως ἰδίόν ἐστι καὶ ἕξαρετον. Οὕτω δὲ πιστεύειν κελεύει εἰς τὸν καθηγητὴν τῆς εὐσεβείας. Οὐκοῦν πιστευέτω εἰς τὸν Παῦλόν τε καὶ Βαρνάβαν, καὶ Τίτον, καὶ Σιλουανόν, καὶ Τιμόθεον, καὶ πάντας ἐκείνους οἳ ὑπὸ πρὸς τὴν πίστιν καθωδηγήθημεν. Εἰ[ς] γὰρ τὸ καθηγούμενον εἰς εὐσέβειαν μετὰ τοῦ Πατρὸς καὶ Υἱοῦ πιστεύεσθαι χρή, πάντες οἱ προφῆται καὶ νομοθέται, καὶ πατριάρχαι, χήρυκες τε καὶ εὐαγγελισταί, καὶ ἀπόστολοι, ποιμένες τε καὶ διδάσκαλοι ὁμοίως ἔχουσι πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, καθηγηταὶ τοῖς μετ' ἐκείνους τῆς εὐσεβείας γενόμενοι. Γενόμενος, φησίν, ὑπὸ τοῦ μόνου Θεοῦ διὰ τοῦ Μονογενοῦς. Ἀνακεφαλαιοῦται πᾶσαν αὐτοῦ τὴν ἀσέβειαν διὰ τῶν εἰρημένων. Μᾶλιν μόνον Θεὸν τὸν Πατέρα κατονομάζει ὁργάνῳ λεχθέντων τῷ Μονογενοῖ πρὸς τὴν κατασκευὴν τοῦ Πνεύματος. Ποίαν εὕριν ἐκ τῆς Γραφῆς σκιὰν τοῦ τοιούτου νοήματος, ταῦτα τολμᾷ; Ἐκ ποίας ἀρχῆς δι' ἀκολούθου πρὸς τὸ τοιοῦτο πέρας προήγαγε τὴν εὐσέβειαν; Τίς τῶν εὐαγγελιστῶν φησι; τίς ἀπόστολος; τίς προφήτης; Πάν μὲν οὖν τὸ ἐναντίον πᾶσα Γραφὴ θεόπνευστος, ἡ διὰ τῆς ἐπιποίας τοῦ Πνεύματος ἀναγραφείσα, μαρτυρεῖ τῷ Πνεύματι τὴν θεότητα. Οἷον (χρεῖτον γὰρ δι' αὐτῶν τῶν μαρτυριῶν ἀποδείξαι τὸν λόγον) οἱ λαβόντες ἐξουσίαν σοῦ τέκνα Θεοῦ γενέσθαι, μαρτυροῦσι τῷ Πνεύματι τὴν θεότητα. Τίς γὰρ ἀγνοεῖ τὴν τοῦ Κυρίου φωνὴν, ὅτι Οἱ ἐκ τοῦ Πνεύματος γεννηθέντες, Θεοῦ τέκνα εἰσίν; Οὕτω γὰρ διαφθῆνι μαρτυρεῖ τῷ ἀγίῳ Πνεύματι· τῶν τοῦ Θεοῦ τέκνων τὴν γέννησιν, εἰπών, ὅτι Ὡσπερ τὸ γεγεννημένον ἐκ τῆς σαρκός, σάρξ ἐστιν· οὕτως καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστιν. Ὅσοι δὲ ὑπὸ τοῦ Πνεύματος ἐγεννήθησαν, Θεοῦ τέκνα προσηγορεύθησαν. Οὕτως καὶ τοῦ Κυρίου διὰ τοῦ προσφυσήματος δεδωκότος τοῖς μαθηταῖς τὸ Πνεῦμα τὸ ἅγιον, φησίν ὁ Ἰωάννης. Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Ἐν αὐτῇ δὲ κατοικεῖ τὸ πλῆρωμα τῆς θεότητος, ὁ μέγας Παῦλος διαμαρτύρεται. Ἄλλὰ καὶ ἐκ διὰ τοῦ προφήτου Ἠσαίου περὶ τῆς γενομένης αὐτῷ θεοφανίας, ὅτε εἶδε τὸν καθημένον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ἡ μὲν ἀρχαιότερα παράδοσις τὸν Πατέρα εἶναι λέγει τὸν ὁρῶντα· ὁ δὲ εὐαγγελιστὴς Ἰωάννης, εἰς τὸν Κύριον ἀναφέρει τὴν προφητείαν, λέγων περὶ τῶν μὴ πεπιστευκότων Ἰουδαίων τὰς τῷ προφήτῃ ῥηθείσας περὶ τοῦ Κυρίου φωνάς, ὅτι Ταῦτα εἶπεν Ἠσαίας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. Ὁ δὲ μέγας Παῦλος τῷ ἀγίῳ Πνεύματι τὸν αὐτὸν τοῦτον λόγον προσεμαρτύρησεν, ἐν τῇ γενομένῃ αὐτῷ πρὸς τοὺς Ἰουδαίους κατὰ τὴν Ῥώμην δημηγορίᾳ. Ὅτε φησίν, Καλῶς εἶπε περὶ ἡμῶν τὸ Πνεῦμα τὸ ἅγιον,","prev":{"citation":"Contra Eunomium 283.1","label":"283.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/283.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/283.1"},"next":{"citation":"Contra Eunomium 285.1","label":"285.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/285.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/285.1"},"credit":{"text":"Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001611","quality":"ocr"}}