{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Contra Eunomium 361.1","citation":"Gregorius Nyssenus, Contra Eunomium 361.1","ref":"361.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/361.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/361.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/361.1.md","author":{"name":"Gregorius Nyssenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol"},"work":{"title":"Contra Eunomium","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium","urn":"urn:cts:greekLit:tlg2017.tlg030"},"verse":false,"words":442,"text":"Α ὁρωμένον, διὰ τῆς πρὸς τὸ θεῖον ἀναχράσεως θεῖον γινόμενον. Ὡς γὰρ οὐ κρατεῖται πνεῦμα ἐν ὕδατι, ὅταν τινὶ τῶν βαρύτερων συγκατασποχὺν ἐναπολειφθῇ τῷ βάθει τοῦ ὕδατος, ἀλλ' ἐπὶ τὸ συγγενὲς ἀνατρέχει· τὸ δὲ ὕδωρ πολλάκις τῇ ἀναδρομῇ τοῦ πνεύματος συνεπαίρεται, ἐν λεπτῇ τινι καὶ ὑμενώδει τῇ ἐπιφανείᾳ ἀερώδει κύκλῳ περιχυτοῦμενον· οὕτω καὶ τῆς ἀληθινῆς ζωῆς τῆς ἐγκειμένης τῇ σαρκὶ πρὸς ἑαυτὴν μετὰ τὸ πάθος ἀναδρομούσης· καὶ ἡ περὶ αὐτὴν σάρξ συνεστῆρη ὑπὸ τῆς θείας ἀθανασίας, ἀπὸ τῆς φθορᾶς συναναωθεῖσα ἐπὶ τὸ ἀφθαρτον. Καὶ ὥσπερ τὸ ἐν τῷ ξύλῳ πῦρ ἔνδος πολλάκις τῆς ἐπιφανείας κρυπτόμενον, λανθάνει τῶν ὁρῶντων ἢ τῶν ἀπτομένων τὴν αἴσθησιν· ἀναψυχόμενον δὲ φανεροῦται· οὕτως καὶ ἐν τῷ θανάτῳ ὃν πεποιήται κατ' B ἑαυτὸν ὁ διαζεύξας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, εἰπὼν πρὸς τὸν ἴδιον Πατέρα, ὅτι Ἐν ταῖς χερσὶ σου παρατίθημι τὸ πνεῦμά μου· ὁ, καθὼς φησιν, ἔξουσιαν ἔχων πάλιν λαβεῖν αὐτήν, οὗτος ὁ τῆς ἐν ἀνθρώποις αἰσχύνης καταφρονήσας, διὰ τὸ εἶναι τῆς δόξης Κύριος, οἷον ἐπιχαλῶν τῇ ζωῆς ἐμπύρευμα τῇ φύσει τοῦ σώματος, ἐν τῇ κατὰ τὸν θάνατον οικονομίᾳ, πάλιν ἀνήψε τε καὶ ἀνεζωοποίησε τῇ δυνάμει τῆς ἰδίας θεότητος, τὸ νεκρωθὲν ἀναθάλψας, καὶ οὕτως τῷ ἀπειρῷ τῆς θείας δυνάμεως τὴν βραχεῖαν ἐκεῖνην τῆς φύσεως ἡμῶν ἀπαρχὴν ἀνχέας· ὅπερ αὐτὸς ἦν, τοῦτο κάκεινο ἐποίησε, τὴν δουλικὴν μορφὴν Κύριον, καὶ τὸν ἄνθρωπον τὸν ἐκ Μαρίας Χριστόν· καὶ τὸν σταυρωθέντα ἐξ ἀσθενείας ζωὴν καὶ δύναμιν· καὶ πάντα ὅσα ἐν τῷ Θεῷ Λόγῳ C κατὰ τὸ εὐσεβὲς θεωρεῖται· καὶ ἐν τῷ ἀναληφθέντι παρὰ τοῦ Λόγου ποιήσας. Ὡς μὴ κατὰ διαῖρεσιν ἰδιαζόντως ἐν ἑκατέρῳ ταῦτα δοκεῖν εἶναι, ἀλλὰ τῇ πρὸς τὸ θεῖον ἀναχράσει κατὰ τὸ ἐπιχρατοῦν ἀναποιήσας τὴν ἐπίχρον φύσιν, μεταλαβεῖν τῇ τῆς θεότητος δυνάμιν, ὡς εἰ τις λέγοι, ὅτι τὴν σταγόνα τοῦ ὄξους ἐμμιχθεῖσαν τῷ πελάγει, θάλασσαν ἡ μῖξιν ἐποίησε, τῇ μηκέτι τὴν κατὰ φύσιν ποιότητα τοῦ ὕγρου τούτου ἐν τῇ ἀπειρίᾳ τοῦ ἐπιχρατοῦντος συμμένειν· οὕτως ὁ ἡμέτερος λόγος οὐχ ἀριθμὸν Χριστῶν, καθὼς κατηγορεῖ ὁ Εὐνόμιος, ἀλλὰ ἕνωσιν τοῦ ἀνθρώπου πρὸς τὸ θεῖον προσεβῶν, τὴν τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον, καὶ τὴν τοῦ δούλου πρὸς τὸν Κύριον, καὶ τὴν τῆς ἁμαρτίας πρὸς τὴν δικαιοσύνην, καὶ D τὴν τῆς κατάρας πρὸς τὴν εὐλογίαν, καὶ τὴν τοῦ ἀνθρώπου πρὸς τὸν Χριστὸν μεταστοιχείωσιν, ποίησιν ὀνομάζων. Τίς οὖν ἐπὶ τοῖς συκοφάνταις ὑπολείπεται λόγος; Ὡς δύο Χριστοὺς ἡμῶν ἐν τῷ δόγματι χρηυσσόντων, εἰ τὸν ἐξ ἀρχῆς ἀκτίστως ἐκ τοῦ Πατρὸς ὄντα, Κύριον καὶ Χριστόν, καὶ Λόγον καὶ Θεὸν οὐ λέγομεν πεποιηθᾶι. Τὸν δὲ μακάριον Πέτρον ἐν βραχεῖ τὸ κατὰ τὴν σάρκα μυστήριον παροδικῶς ἐνδεικνύμενον λέγειν διορίζομεθα, κατὰ τὴν προαποδεδειγμένην διάνοιαν. Ὅτι τὸ σταυρωθὲν ἐξ ἀσθενείας, καὶ αὐτὸ διὰ τὴν ἐπικρατήσασαν τοῦ ἑνοχήσαντος δύναμιν, ἐκεῖνο γέγονεν ὅπερ ὁ ἐνοικήσας ἐστὶ τε καὶ ὀνομάζεται, Χριστὸς καὶ Κύριος, καθὼς εἴρηκαμεν.","prev":{"citation":"Contra Eunomium 360.2","label":"360.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/360.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/360.2"},"next":{"citation":"Contra Eunomium 362.1","label":"362.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/362.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/362.1"},"credit":{"text":"Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001611","quality":"ocr"}}