{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Contra Eunomium 379.1","citation":"Gregorius Nyssenus, Contra Eunomium 379.1","ref":"379.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/379.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/379.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/379.1.md","author":{"name":"Gregorius Nyssenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol"},"work":{"title":"Contra Eunomium","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium","urn":"urn:cts:greekLit:tlg2017.tlg030"},"verse":false,"words":431,"text":"A φαινομένων πραγμάτων τινῶν περιεχούσης τὴν ἔκθεσιν, καὶ οἷον συντρέχει νομιζομένης τοῖς τῆς φύσεως πάθεσιν, οἷς εἴ τις προσοχὴν κατὰ τὸ πρόχειρον, θαυμάτου διδασκαλίαν τὸ γράμμα ποιήσειται. Τῶν μὲν οὖν σωματικώτερον τοῖς γεγραμμένοις ἐντυχανόντων, προειδῆσθαι φησὶ τῶν τῆς ψυχῆς αἰσθητήρων τὸ κάλυμμα· τῶν δὲ τὸ νοεῖν τὴν θεωρίαν τρεπόντων, οἷον προσωπεῖον τινὸς γυμνωθεῖσαν ἀνακαλύπτεσθαι τὴν ἐγκεκρυμμένην δόξαν τῷ γράμματι. Τὸ δὲ διὰ τῆς ὑψηλοτέρας κατανοήσεως εὑρισκόμενον, Κύριον εἶναι φησιν, ὅπερ ἐστὶ πνεῦμα. Ἡνίκα γὰρ ἂν ἐπιστρέφῃ πρὸς Κύριον, περιαιρεῖσθαι λέγει τὸ κάλυμμα· Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι. Λέγει δὲ τοῦτο, τῇ δουλείᾳ τῷ γράμματι τὴν τοῦ Πατρὸς ἀντιδιαίρων κυριότητα. Ὡς γὰρ τῇ ἀποκτείνοντι τὸ ζωοποιοῦν ἀντιτιθεταί· οὕτως ἀντιδιαστέλλει τὸν Κύριον τῇ δουλείᾳ. Καὶ ὡς ἂν μὴ τινα σύγχυσιν πάθωμεν περὶ τοῦ ἁγίου Πνεύματος διδασκόμενοι διὰ τῆς τοῦ Κυρίου φωνῆς, πρὸς τὴν τοῦ Μονογενοῦς πρόνοιαν ἐναγόμενοι· διὰ τοῦτο τῇ ἐπαναλήψει τὸν λόγον κατασφαλίζει, καὶ Κύριον τὸ Πνεῦμα εἰπών, καὶ Πνεῦμα Κύριον προσαγορεύσας, ἵνα τῷ τιμῶ τῆς κυριότητος, τὸ τῆς φύσεως ὑπερέχον ἐνδείξηται, καὶ τὸ τῆς ὑποστάσεως, ἰδία μὴ συγχέῃ τῷ λόγῳ. Ὁ γὰρ καὶ Κύριον αὐτόν, καὶ Κυρίου Πνεῦμα εἰπών, ἰδίον τι παρὰ τὸν Μονογενῆ διδάσκει νοεῖν· ὡςπερ καὶ ἑτέρωθι Χριστοῦ πνεῦμα λέγει· τὸ αὐτὸ τοῦτο καλῶς καὶ μυστικῶς, καὶ κατὰ τὴν ἀκολουθίαν τοῦ δόγματος εὐσεβὲς κατὰ τὴν εὐαγγελικὴν παράδοσιν ὑπογράφων. Οὕτως ἡμεῖς οἱ πάντων ἐλεεινότατοι παρὰ τοῦ Ἀποστόλου μυσταγωγημένοι, ἐκ τοῦ ἀποκτείνοντος γράμματος πρὸς τὸ ζωοποιοῦν μεταβαίνομεν πνεῦμα, μαθόντες παρὰ τοῦ μηδενὸς ἐν παραδείσῳ τὰ ἄρρητα· ὅτι ὅσα ἡ θεία Γραφὴ λέγει, τοῦ Πνεύματος εἰσι τοῦ ἁγίου φωναί. Καλῶς γὰρ προεφήτευσε τὸ Πνεῦμα τὸ ἅγιον· τοῦτο πρὸς τοὺς κατὰ Ῥώμην Ἰουδαίους εἰπών, τὰς Ἠσαίου φωνὰς ἐπιφέρει· καὶ πρὸς Ἑβραίους τὸ πνεῦμα προτάξας, ἐν οἷς φησιν, ὅτι Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ἐπάγει τὰ τῆς ψαλμῳδίας ῥήματα, τὰ ἐκ προσώπου τοῦ Θεοῦ διεξοδικῶς εἰρημένα. Καὶ παρ’ αὐτοῦ δὲ τοῦ Κυρίου τὸ ἴσον ἐμάθομεν, ὅτι Δαβὶδ οὐχ ἐν ἑαυτῷ μένων, τοῦτ’ ἐστὶν οὐ κατὰ τὴν ἀνθρωπίνην φύσιν φθεγγόμενος, τὰ οὐράνια διεξῆγε μυστήρια. Πῶς γὰρ ἂν τις ἄνθρωπος ὢν, τὸ ἐπουράνιον διάλογον τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν γνοῖη; Ἄλλ’ ἐν Πνεύματι ὢν, καὶ Κύριον εἰπε τῷ Κυρίῳ καλεῖν ἑ εἴρηκεν. Εἰ γὰρ Δαβὶδ ἐν πνεύματι, φησὶ, καλεῖ αὐτὸν Κύριον, πῶς Υἱὸς αὐτοῦ ἐστιν; Οὕκουν τῇ δυνάμει τοῦ Πνεύματος οἱ θεοφόρητοι τῶν ἁγίων ἐμπεδόνται. Καὶ διὰ τοῦτο πᾶσα Γραφὴ θεόπνευστος λέγεται, διὰ τὸ τῆς θείας ἐμπνεύσεως εἶναι διδασκαλίαν. Εἰ περιαιρεθεῖ τὸ σωματικὸν τοῦ λόγου προκάλυμμα, τὸ λειπόμενον Κύριός ἐστι, καὶ ζωὴ καὶ πνεῦμα, κατὰ τε τὸν μέγαν Παῦλον, καὶ κατὰ τὴν τοῦ Εὐαγγελίου φωνήν. Ὁ μὲν γὰρ Παῦλος τῇ ἐπιστολῇ ἐν ἧ τῷ γράμματι πρὸς τὸ πνεῦμα, οὐκέτι· τὴν ἀναιροῦσαν δουλίαν, ἀλλὰ","prev":{"citation":"Contra Eunomium 378.2","label":"378.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/378.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/378.2"},"next":{"citation":"Contra Eunomium 380.1","label":"380.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/380.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/380.1"},"credit":{"text":"Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001611","quality":"ocr"}}