{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Contra Eunomium 429.1","citation":"Gregorius Nyssenus, Contra Eunomium 429.1","ref":"429.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/429.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/429.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/429.1.md","author":{"name":"Gregorius Nyssenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol"},"work":{"title":"Contra Eunomium","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium","urn":"urn:cts:greekLit:tlg2017.tlg030"},"verse":false,"words":428,"text":"A πάντως ἐξῆρτηται. Ἄλλὰ μὴν ἐν σοὶ ἡ καρδία καὶ σὺ καθ' ἑαυτὴν ἐστιν. Ἄρα κατὰ τὸν σὸν λόγον ἡ καθόλου χρή μὴ εἶναι λέγειν αὐτήν, ἢ μὴ κυρίως εἶναι. Ἄλλὰ τὸ μὲν ἀπαίδειον τῶν εἰρημένων παρ' αὐτοῦ καὶ τὸ βλάσφημον, τοσοῦτον καὶ τοῦτον, ὡς καὶ πρὸ τῶν ἡμετέρων λόγων καταφανὲς εἶναι τοῖς νοῦν ἔχουσιν ὡς ἂν μᾶλλον ἐπίδηλος αὐτοῦ γένοιτο μετὰ τῆς ἀσεβείας ἡ ἄνοια, τοῦτο τοῖς προειρημένοις προσθήσομεν· Εἰ μόνον ἐστὶ κυρίως εἶναι λέγειν, ᾧ τῆς Γραφῆς ὁ λόγος ἀπολελυμένον τε καὶ ἄνεχτον μαρτυρεῖ τὸ εἶναι, διὰ τί καθάπερ οἱ ὑδροφοροῦντες ἐν ἐξουσίᾳ τοῦ πιεῖν τῇ δίψῃ φθείρονται; Καὶ οὕτως πρόχειρον ἔχων τῆς κατὰ τοῦ Ὑιοῦ βλασφημίας τὸ ἀντιφάρμακον, ἐπιμύσας παρέδραμεν, ὡςπερ τὸ σωθῆναι φοβούμενος. Καὶ ἀδύνειν αἰτιᾶται Βασίλειον, ὅτι τοὺς προσδιορισμοὺς σιωπήσας, μόνον ἐφ' ἑαυτοῦ τὸ ἦν ἐπὶ τοῦ Μονογενοῦς διηγήσατο. Καὶ τοῦ γε δυνατὸν ἦν, ἃ ἐκεῖνος εἶδε, καὶ ἕκαστος τῶν ὀφθαλμοὺς ἔχοντων ὁρᾷ, καὶ τοῦτον ἰδεῖν. Ὁ μοι δοκεῖ προφητικῶς κινηθεὶς ὁ ὑψηλὸς Ἰωάννης, ὡς ἂν ἐμφραγείη τὰ στόματα τῶν χριστομαχοῦντων διὰ τὰς προσθήκας ταύτας ἀθετοῦντων τοῦ Χριστοῦ τὸ κυρίως εἶναι, ἀπλῶς καὶ ἀδιόριστως εἰπεῖν, ὅτι Θεὸς ἦν ὁ Λόγος, καὶ ζωὴ ἦν, καὶ φῶς ἦν, οὐ μὴν ἐν ἀρχῇ, καὶ πρὸς τὸν Θεόν, καὶ ἐν κόλπῳ τοῦ Πατρὸς ὡςπερ διὰ τῆς τοιαύτης σχέσεως ἀναιρεῖσαι τὸ κυρίως τὸ κυρίως εἶναι· ἀλλὰ τὸ εἶπεῖν ὅτι Θεὸς ἦν, τῇ ἀγέτῳ ταύτῃ καὶ ἀπολύτῳ φωνῇ, πᾶσαν περιδρομὴν τῶν εἰς ἀσέβειαν τρεχόντων τοὺς λογισμοὺς ὑποτέμνει. Καὶ ἔτι πρὸς τοῦτοὶδ καὶ μᾶλλον ἐλέγχει τὴν τῶν ἀντικειμένων κακόννοιαν· εἰ γὰρ τὸ ἐν τινὶ εἶναι σημεῖόν ποιοῦνται τοῦ μὴ κυρίως εἶναι, οὔδὲ τὸν Πατέρα κυρίως εἶναι πάντως συντίνεσθαι, μαρτυρόντος ἐν τῷ Εὐαγγελίῳ, ὅτι ὡςπερ ὁ Υἱὸς ἐν τῷ Πατρί, οὕτω καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ μένει, κατὰ τὴν τοῦ Κυρίου φωνήν. Ἰσον γὰρ ἐστὶ τὸν ἐν κόλπῳ εἶναι τοῦ Πατρὸς τὸν Υἱόν, ἢ τὸν ἐν τῷ Υἱῷ τὸν Πατέρα εἶναι λέγειν. Ἐν παρόδῳ δὲ καὶ τοῦτο προσεξετάσωμεν· Ὅτε οὐκ ἦν, ὡς φασιν, ὁ Υἱός, τί περιεῖχε τοῦ Πατρὸς ὁ κόλπος; Πάντως γὰρ ἢ πλήρη δώσουσιν αὐτὸν εἶναι, ἢ κενὸν ὑποθήσονται. Εἰ μὲν οὖν πλήρης ἦν ὁ κόλπος, ὁ Υἱὸς πάντως ἦν τοῦ κόλπου τὸ πλῆρωμα. Εἰ δὲ τινὰ κενότητα τοῖς τοῦ Πατρὸς ἐνθεωροῦσι κόλποις, οὐδὲν ἕτερον ἢ ἐκ παραυξήσεως αὐτῷ προσμαρτυροῦσι τὴν τελειότητα, ἀπὸ τοῦ κενοῦ τε καὶ λειποῦντος ἐπὶ τὸ πλήρες μεθισταμένου καὶ τελείου. Ἄλλ' οὐκ ἔγνωσαν οὔδὲ συνῆκαν, φησὶν ὁ Δαβὶδ περὶ τῶν ἐν σκότει διαπορευομένων. Ὁ γὰρ ἐκπεπολεμημένος τῇ ἀληθινῇ φωτὶ, ἐν φωτὶ τὴν ψυχὴν ἔχειν οὐ δύναται· διὰ τοῦτο προσκείμενον ἐκ τοῦ ἀκολούθου τῇ ἀσεβείᾳ ταύτῃ ἐπανορθοῦμενον, ὡςπερ ἀορασίᾳ πληγέντες κατὰ τοὺς Σοδομίτας οὐ κατενόησαν.","prev":{"citation":"Contra Eunomium 428.2","label":"428.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/428.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/428.2"},"next":{"citation":"Contra Eunomium 429.2","label":"429.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/429.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/429.2"},"credit":{"text":"Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001611","quality":"ocr"}}