{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Contra Eunomium 549.1","citation":"Gregorius Nyssenus, Contra Eunomium 549.1","ref":"549.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/549.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/549.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/549.1.md","author":{"name":"Gregorius Nyssenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol"},"work":{"title":"Contra Eunomium","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium","urn":"urn:cts:greekLit:tlg2017.tlg030"},"verse":false,"words":390,"text":"A τον, μᾶλλον δὲ ἀσεβὲς καὶ κατάκριτον. Ὅ γὰρ λόγῳ κατασκευάζει τὴν τοῦ ἀφθάρτου πρὸς τὸ ἀναρχον σύγκοιαν, τῇ αὐτῇ τρόπῳ παντὸς εὐσεβοῦς τε καὶ θεοπροποῦς καταπαίζει ὀνόματος. Οὐ γὰρ μόνον τὰ δύο ταῦτα περὶ τὴν θείαν θεωρεῖται ζωήν, τὸ ἀνάρχως τε εἶναι, καὶ θανάτου μὴ προσδέεσθαι, ἀλλὰ καὶ ἄυλός τε καὶ ἀόργητος λέγεται, ἀτρεπτός τε καὶ ἀσώματος, ἀόρατός τε καὶ ἀσχημάτιστος, ἀληθὴς τε καὶ δίκαιος, καὶ ἄλλα μυρία περὶ τὴν θείαν ζωήν ἐστι νοήματα, ὧν ἕκαστον ἐφ' ἑαυτοῦ κατὰ τινὰ ἰδιάζουσαν ἔννοιαν ταῖς σημαντικαῖς φωναῖς ἐξαγγέλλεται. Παντὶ τοίνυν ὀνόματι, τῷ σημαντικῷ τῆς θεοπροποῦς ὑπολήψεως, ἔξεστι συμπίπτειν τὴν ἐπίνοιαν παρὰ τοῦ Εὐνομίου κατὰ τὸ ἀλλόκοτον συζυγίαν· οἷον, τὸ ἄυλόν τε καὶ ἀόργητον, ἀμφότερα λέγεται περὶ τὴν θείαν ζωήν, ἀλλ' οὐ κατὰ τὴς αὐτῆς διανοίας ἕκαστον. Τὸ μὲν γὰρ καθαρεῖν ὕλης ἐπιμελείας τοῦ Θεοῦ, διὰ τῆς ἄυλου ἔννοιαν ἐνοήσαμεν. Ἐν δὲ τῷ ἀόργητον τῆς ἀσωμασίας τοῦ κατὰ τὴν ὄργην πάθους σημαίνεται. Ἐπιδράμεται τοίνυν καὶ τούτοις, κατὰ τὸ εἰκὸς ὁ Εὐνόμιος, καὶ τὸ ἴσον ἐν τοῖς εἰρημένοις ὀργήσειν. Λέξει γὰρ κατὰ τὸν αὐτὸν εἰρμὸν τὴν ἀτοπίαν συμπλέκων· Εἰ καθὼς κεχωρίσται τῆς ὕλης ἐπιμελείας, ἄυλος λέγεται, κατὰ τοῦτο οὐκ ἔσται ἀόργητος, καὶ εἰ τῷ μὴ προσλεύσειν τὴν ὄργην ὄντος ἀόργητος, οὐκ ἔστι δυνατὸν ἐπ' αὐτοῦ ὁμολογεῖσθαι τὸ ἄυλον, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην ἐν μὲν τῷ καθαρεῖν ὕλης, ἄυλος ὁμοῦ καὶ ὀργιλὸς ἀναδειχθήσεται, ἐν δὲ τῷ τὴν ὄργην μὴ προσδέσθαι, ἀόργητός τε καὶ ὕλικὸς κατὰ ταῦτόν εὑρεθήσεται· οὕτως καὶ ἐπὶ τῶν ἄλλων εὑρήσεις πάντων. Καὶ εἰ δοκεῖ, προθώμεν ἑτέραν συζυγίαν ὀνομάτων τούτων, τὸ ἀτρεπτον λέγω καὶ τὸ ἀσώματον. Τῶν γὰρ δύο τούτων ὀνομάτων ἕκαστον κατὰ τὴν ἰδιάζουσαν ἔμφασιν ἐπὶ τῆς θείας λεγομένης ζωῆς, ὁμοίως καὶ ἐπ' αὐτῶν ἢ τοῦ Εὐνομίου σοφία κατασκευάσει τὴν ἀτοπίαν. Εἰ γὰρ τὸ ἀεὶ ὡσαύτως ἔχον τῇ φωνῇ τοῦ ἀτρεптоῦ σημαίνεται, καὶ τὸ νοερὸν τῆς οὐσίας, ἢ τοῦ ἀσώματος προσγγορία περιίστησιν. Ἔρει πάντως τὰ αὐτὰ καὶ ἐπὶ τούτων ὁ Εὐνόμιος, ὅτι ἀσύμβατά ἐστι καὶ ἀλλότρια, καὶ ἀκοινωνήτως ἔχει πρὸς ἀλλήλα τὰ τοῖς ὀνόμασιν ἐνθεωρούμενα τούτοις νοήματα. Ἐν μὲν γὰρ τῷ πάντοτε ὡσαύτως ἔχειν τὸ Θεῖον, μόνον ἀτρεπτον ἔσται καὶ οὐχ ἀσώματος· ἐν δὲ τῷ νοερῷ τε καὶ ἀειδεῖ τῆς οὐσίας, τὸ μὲν ἀσώματον ἔχει, τὸ δὲ ἀτρεπτον κεχωρίσται· ὥστε συμβαίνειν, ὅταν μὲν τὸ ἀναλλοίωτον ἐπὶ τῆς θείας θεωρεῖται ζωῆς, μετὰ τοῦ ἀτρεптоῦ καὶ σῶμα αὐτὴν εἶναι κατασκευάζεσθαι· ὅταν δὲ τὸ νοερὸν ἐξετάζηται, ὁμοῦ τε ἀσώματος αὐτὴν εἶναι, καὶ τρεπὴν διορίζεσθαι.","prev":{"citation":"Contra Eunomium 548.2","label":"548.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/548.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/548.2"},"next":{"citation":"Contra Eunomium 549.2","label":"549.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/549.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/549.2"},"credit":{"text":"Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001611","quality":"ocr"}}