{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"De Anima [Sp.] 110.1","citation":"Gregorius Nyssenus, De Anima [Sp.] 110.1","ref":"110.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/110.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/110.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/110.1.md","author":{"name":"Gregorius Nyssenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol"},"work":{"title":"De Anima [Sp.]","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-anima-sp","urn":null},"verse":false,"words":444,"text":"λόγοι καὶ συμφέρονται. Εἰ δὲ τις μετὰ τὴν διάπλα- A σιν τοῦ σώματος ἐπεδήληται τὴν ψυχὴν, ἥτοι μετὰ τὸ σῶμα γεγενῆσθαι αὐτήν, διαμαρτάνει τῆς ἀληθείας. Οὐτε γὰρ ὁ Μωϋσῆς τοῦτο αὐτῶν λέγει, ὅτε τῷ σώματι ἐνεβάλλετο· οὔτε κατὰ λόγον οὕτως ἔχει. Εἰ τοίνυν θνητὴν αὐτὴν λέγουσιν, ὡς Ἀριστοτέλης, ψῦσας αὐτὴν ἐν σώματι γενηθῆναι, καὶ οἱ Στωικοί· ἢ λέγων οὐσίαν ἀσώματον, παρατείσθωσαν λέγειν ἐν σώματι κτισομένην, ἵνα μὴ θνητὴς ψυχῆς ἔννοιαν ἡμῖν παραστήσῃ, καὶ παντελῶς ἀλόγου· ἄλλως τε κατ' αὐτὸν οὐ πλήρης ἐστὶν ὁ κόσμος, ἀλλὰ μὲντελὴς ἐστι καὶ νῦν, προσθήκης ἀεὶ δεόμενος. Πεντακισμυριοι γοῦν τὸ ἐλάχιστον καθ' ἑκάστην ἡμέραν οὐσία νοηται προσγίνονται αὐτῷ· καὶ τὸ χαλεπώτατον, ὅταν τελειουργηθῇ, τότε διαλυθήσεται κατ' αὐτοῦ τῶν τελευταίων ἀνθρώπων τῶν πρὸς τῇ ἀναστάσει τῶν ψυχῶν ἀριθμὸν ἀποπληρουμένων· οὐ τί ἂν γένοιτο ἀλογώτερον τότε φάναιεν διαφθείρεσθαι τὸν κόσμον, ὅταν πληρωθῇ; Κομιδῆ γὰρ νηπίων παίδων ὁ τρόπος οὕτως ἐν φάμῳ τῆς παιδίας, εὐθὺς μετὰ τὸ πληρῶσαι συγχέοντων τὰ πράγματα. Τὸ γὰρ λέγειν προνοίας λόγῳ νῦν τὰς ψυχὰς γίνεσθαι, καὶ οὐχὶ κτίσεως (οὐ γὰρ κοινὴν οὐσίαν, οὐδὲ ἄλλην παρὰ τὴν οὐσίαν εἰσάγεσθαι, ἀλλὰ τὴν οὐσίαν κατὰ πρόνοιαν πλεῖστηριάζεσθαι), ἀγνοοῦντων ἐστὶ διαφορὰν κτίσεως καὶ προνοίας. Προνοίας μὲν γὰρ ἔργον ἐστὶ, τὸ ἐξ ἀλληλογονίας διασώζειν τὴν τῶν φθαρτῶν ζῴων οὐσίαν· λέγω δὲ τῶν μὴ κατὰ σπερμὰ γεννομένων, ἐπειδὴ τῶν τοιούτων διαδοχὴν σπερμῶν πάλιν ἑτέρα διαφυλάττει· κτίσεως δὲ τὸ κράτιστον ἔργον, τὸ ἐξ οὐκ ὄντων ποιεῖν. Εἰ τοίνυν ἐξ ἀλληλογονίας αἱ ψυχαὶ γίνονται, καὶ φθαρταί εἰσι, καθάπερ τὰ ἄλλα, τὰ ἐκ διαδοχῆς γένους γινόμενα. Εἰ δὲ ἐξ οὐκ ὄντων παράγονται, κτίσις ἐστὶ τὸ γινόμενον, καὶ οὐκ ἔστιν ἀληθὲς τὸ τοῦ Μωϋσέως, τὸ, Κατέπασεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· ἄτοπα δὲ ἀμφότερα. Οὐκ ὅρα νῦν αἱ ψυχαὶ γίνονται. Τὸ γὰρ, Ὁ Πατὴρ μου ἕως ἄρτι ἐργάζεται, οὐκ ἐπὶ τοῦ κτίζειν, ἀλλ' ἐπὶ τοῦ προνοεῖν εἴρησθαι· καὶ αὐτῷ δοκεῖ Ἀπολλινάριῳ, τὰς ψυχὰς ἀπὸ τῶν ψυχῶν τίκτεσθαι, ὥσπερ ἀπὸ τῶν σωμάτων. Προϊέναι γὰρ τὴν ψυχὴν κατὰ διαδοχὴν τοῦ πρώτου ἀνθρώπου εἰς τοὺς ἐξ ἐκείνου τεχθέντας, καθάπερ τὴν σωματικὴν διαδοχὴν. Μὴτε γὰρ ἀποκεῖσθαι ψυχὰς, μήτε νῦν κτίζεσθαι. Τοὺς γὰρ ταῦτα λέγοντας συνεργὸν ποιεῖν τὸν Θεὸν τοῖς μοιχοῖς· καὶ γὰρ ἐκ τούτων παῖδια τίκτεται· ψευδὲς δὲ εἶναι καὶ τὸ, Κατέπασεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· ἄ ἤρξατο ποιεῖν· εἴπερ ἐτι καὶ νῦν ψυχὰς δημιουργεῖ. Ἄλλ' εἴ πάντα τὰ κατὰ διαδοχὴν ἐξ ἀλληλογονίας γινόμενα δεδείται θνητά· διὰ τοῦτο γὰρ γεννᾶ καὶ γεννᾶσθαι, ἵνα τῶν φθαρτῶν διαμείνῃ τὸ γένος· ἀνάγκη καὶ τούτων ἡ θνητὴ εἶναι λέγειν τὴν ψυχὴν, ἐξ ἀλληλογονίας γενομένην, ἢ μὴ κατὰ διαδοχὴν ἐξ ἀλληλογονίας γεννηθῆναι τὰς ψυχὰς· τὸ γὰρ ἐπὶ τῶν ἐκ μοιχείας γεννωμένων τῷ τῆς προνοίας λόγῳ καταλείπομεν, ἀγνώστῳ παρ' ἡμῖν ὄντι. Εἰ δὲ τι δεῖ κατὰ τῆς προνοίας καταστοχάσασθαι, πάντως οὐδε τὸ","prev":{"citation":"De Anima [Sp.] 109.2","label":"109.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/109.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/109.2"},"next":{"citation":"De Anima [Sp.] 111.1","label":"111.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/111.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/de-anima-sp/111.1"},"credit":{"text":"Gregorius Nyssenus Theol., De Anima [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001615","quality":"ocr"}}