{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 552.1","citation":"Gregorius Nyssenus, Epistulae 552.1","ref":"552.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/epistulae/552.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/epistulae/552.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/epistulae/552.1.md","author":{"name":"Gregorius Nyssenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/epistulae","urn":"urn:cts:greekLit:tlg2017.tlg033"},"verse":false,"words":435,"text":"τῆς παλιγγενεσίας τὸ τῆς σωτηρίας μυστήριον παραδόντος. Πορευθέντες γὰρ, φησί, μαθητεύσατε πάντα ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Διαρῶν γὰρ εἰς δύο τὴν τῶν Χριστιανῶν πολιτείαν, εἰς τε τὸ ἡθικὸν μέρος, καὶ εἰς τὴν δογμάτων ἀκρίβειαν, τὸ μὲν σωτήριον δόγμα ἐν τῇ τῷ βαπτίσματι παραδόσει καταφαλίσαι· τὸν δὲ βίον ἡμῶν διὰ τῆς τηρήσεως τῶν ἐντολῶν αὐτοῦ κατορθοῦσθαι κέλευει. Ἄλλὰ τὸ μὲν κατὰ τὰς ἐντολὰς μέρος, ὡς μικροτέραν φέρον τῇ ψυχῇ τὴν ζημίαν, ἤρειδὲ παρὰ τοῦ διαβόλου ἀπαρχεγήρητον. Ἐπὶ δὲ κυριωτέρου καὶ μείζονος ἡ πᾶσα γέγονε τοῦ Ἀντιχρείμου σπουδὴ τοῦ παρατραπῆναι τῶν πολλῶν τὰς ψυχὰς εἰς τὸ μηδε εἶναι διὰ τῶν ἐντολῶν κατορθωθῆν κέρδος εἶναι· τῆς μεγάλης καὶ πρώτης ἐλπίδος ἐν τῇ περὶ τὸ δόγμα πλάνῃ τοὺς ἀπατηθείσας μὴ συμπαροῦσης. Διὰ τοῦτο συμβουλεύομεν, τῆς ἀπλότητος τῶν πρώτων ῥημάτων μὴ πίστεως μὴ ἀποχωρεῖν τοὺς ἀντιποιουμένους τῆς ἑαυτῶν σωτηρίας· ἀλλὰ παραδεχομένους ἐν τῇ ψυχῇ Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, μὴ μίαν ὑπόστασιν πολυώνυμον εἶναι νομίζειν· οὔτε γὰρ δυνατόν ἐστι τὸν Πατέρα ἑαυτοῦ Πατέρα λέγεσθαι, μὴ ἀληθῶς ἐξ αὐτοῦ τοῦ Υἱοῦ τῷ Πατρὶ τὴν κλῆσιν ἐπαληθεύοντος· οὔτε τὸ Πνεῦμα ἐν τῶν εἰρημένων εἶναι νομίζειν, ὥστε εἰς Πατρὸς ἢ Υἱοῦ ἔννοιαν διὰ τῆς τοῦ Πνεύματος προσηγρίας ἐνάγεσθαι τὸν ἀκούοντα. Ἄλλ’ ἰδίως, καὶ ἀποτεταγμένως ἐν ἑκάστῳ τῶν ὀνομάτων συννακοῦσθαι ἢ ἐνσημαινομένη ταῖς προσηγρίαις ὑπόστασις. Καὶ τὸν Πατέρα ἀκούσαντες, τὴν τοῦ παντὸς αἰτίαν ἠκούσθημεν· τὸν δὲ Υἱὸν μαθόντες, τὴν ἐκ τῆς πρώτης αἰτίας ἀναλάμψασαν δύναμιν εἰς τὴν τοῦ παντὸς σύστασιν ἐδιδάχθημεν· τὸ δὲ Πνεῦμα γνόντες, τὴν τελειωτικὴν δύναμιν τῶν διὰ πίστεως εἰς τὸ εἶναι παραλη[δ]ομένων ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐνόησαμεν. Αἱ μὲν οὖν ὑποστάσεις κατὰ τὴν εἰρημένον τρόπον ἀσυγχύτως ἀπ’ ἀλλήλων διακεχωρισμέναι εἰσί· Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἡ δὲ οὐσία αὐτῶν, ἥτις ποτὲ αὕτη ἐστίν (ἄφραστος γὰρ ἐστὶ λόγῳ, καὶ νοήματι ἀληπτος), εἰς ἑτερότητα τινὰ φύσεως οὐ διαμερίζεται. Διότι τὸ ἀχατάληπτον καὶ ἀπερίητόν τε καὶ λογισμῷ ἀπερίβρακτον ἴσον ἐστιν ἐφ’ ἑκάστῳ τῶν ἐν τῇ Τριάδι περιστευμένων προσώπων. Ὁ γὰρ ἐρωτηθεὶς τί κατ’ οὐσίαν ἐστιν ὁ Πατήρ, εὐγνώμων καὶ ἀληθῶς ὁμολόγησι τὸ ὑπὲρ γνώσιν εἶναι τὸ ζητούμενον. Ὁσαύτως καὶ περὶ τοῦ μονογενοῦς Υἱοῦ οὐδένι λόγῳ τὴν οὐσίαν καταληφθῆναι δυνατὸν εἶναι συνήψεται. Τὴν γὰρ γενεὰν αὐτοῦ, φησί, τις διηγήσεται; Ὁμοίως δὲ καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὸ ἴσον τῆς κατὰ τὴν κατάληψιν ἀμηχανίας ὁ τοῦ Κυρίου λόγος ἐνδείκνυται λέγων, ὅτι τῆς μὲν φωνῆς αὐτοῦ ἀκούεις, οὐκ οἶδας δὲ πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Ἐπειδή τοῖνυν οὐδεμίαν ἐν τῷ ἀκαταλήπτῳ τῶν τριῶν προσώπων διαφοράν ἐννοοῦμεν (οὐ γὰρ τὸ μὲν μᾶλλον ἀχατάληπτον, τὸ δὲ ἧττον· ἀλλ’ εἰς ἐπὶ τῆς Τριάδος ὁ τῆς","prev":{"citation":"Epistulae 551.6-9","label":"551.6 to 551.9","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/epistulae/551.6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/epistulae/551.6"},"next":{"citation":"Epistulae 553.1","label":"553.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/epistulae/553.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/epistulae/553.1"},"credit":{"text":"Gregorius Nyssenus Theol., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001641","quality":"ocr"}}