{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 107","citation":"Gregorius Palamas, Homiliae 107","ref":"107","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/107","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/107","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/107.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":436,"text":"ἵνα γένηται τῆς ἀναστάσεως καὶ τῆς αἰωνίου ζωῆς ἀρχηγὸς καὶ πίστωσις, λύσας τὴν ἀπόγνωσιν· ἵνα Υἱὸς ἀνθρώπου γενόμενος, καὶ τῆς νητότητος μεταλαβὼν, υἱοὺς Θεοῦ τοὺς ἀνθρώ. παυος ἀπεογάσηται, κοινωνοὺς ποιήσας τῆς θείας ἀθανασίας· ἵνα δειχθῇ, πῶς ἡ τοῦ ἀνθρώπου φύσις παρὰ πάντα τὰ κτίσματα κατ´ εἰκόνα ἐκτίσθη Θεοῦ· τοσοῦτον γὰρ ταύτῃ τὸ συγγενές πρὸς Θεὸν, ὡς καὶ δύνασθαι συνελθεῖν αὐτῷ πρὸς μίαν ὑπόστασιν· ἵνα τιμήσῃ τὴν σάρκα καὶ αὐτὴν τὴν θνητὴν, ὡς μὴ τὰ ὑπερήφανα πνεύματα προτιμητέα τοῦ ἀνθρώπου καὶ νομίζειν ἐαυτὰ καὶ νομίζεσθαι, καὶ θεοποιεῖσθαι διὰ τὴν ἀσαρκίαν, καὶ τὴν δοκοῦσαν ἀθανασίαν· ἱνα συνάψῃ τὰ φύσει διεστῶτα ἀνθρώπους τε καὶ Θεὸν, διπλοῦς αὐτὸς τῇ φύσει μεσίτης γενόμενος. Καὶ τί δεῖ πλείω λέγειν, εἰ μὴ ἐσαρκώθη ὁ τοῦ Θεοῦ Λόγος, οὐκ ἂν ἐδείκνυτο Πατὴρ αληθῶς ὁ Πατήρ· οὐκἂνάληθῶς Υἱὸς ὁ Υἱός· οὐκἂν τὸ Πνεῦμα τὸ ἅγιον, προϊὸν καὶ αὐτὸ ἐκ τοῦ Πατρός· οὐκ ἂν ὁ Θεὸς ἐν οὐσίᾳ καὶ ὑποστάσεσιν, ἀλλὰ ἐνέργειάΘΩ τις μόνον ἐνθεωρουμένη τοῖς κτίσμασι, καθάπεροἶ τε μωρανθέντες ἔφησαν πάλαι σʹφοὶ, καὶ οἱ νῦν κατὰ τὸν Βαρλαὰμ καὶ Ἀκίνδυνον φρονοῦντες. Ἐφανέρωσε μὲν οὕν διὰ ταῦτα ἕαυτὸν ὁ Κύριος καὶ τὴν κατ´ αὐτὸν οἰκονομίαν, ὡς καὶ ἡμῖν εἴρηται, καθ´ ὅσον ἐφικτόν· ἐφανέρωσε δὲ Πατέρα ὡς ἀληθῶς ὄντα τὸν ἀνωτάτω Πατέρα. Ὑπέδειξε δὲ τὴν πρὸς αὐτὸν ἐπάνοδον τῶν τηνικαῦτά τε ὄντων, καὶ τῶν ἔπειτ´ ἐσομένων τοῖς βουλομένοις, προτρεψάμενος καὶ καλέσας καὶ ποδηγήσας διὰ τῆς ἑαιτοῦ πολιτείας, καὶ διδασκαλίας, καὶ θαυματουργίας, καὶ προφητείας, μᾶλλον δὲ σοφίας καὶ γνώσως ὄντως θείας καὶ ὑπερφυοῦς, ἢ μηδὲν ἄδηλον οὔτε τῶν ἐσομένων, οὔτε τῶν νῦν ἀδήλως ἐν τῷ βάθει τῶν καρδιῶν κινουμένων,. Ἔδει δὲ ἄρα τοὺς ὑπακούσοντας ἐλευθέρους εἶναι τῆς δολείας τοῦ διαβόλου· ἐπεὶ γὰρ τῇ τούτου αἰχμαλωσίᾳ παρήχθη ὁ ἄνθρωπος ὁργῆς θείας πειρασθεὶς. ὀργὴ δέ ἐστι θεία ἐγκατάλειψις δικαία τοῦ ἀγαθοῦ, ἔδει καὶ τοῖτον καταλλαγῆναι τῷ γένει· οὐδὲ γὰρ ἥν ἄλλως ἐλευθερωθῆναι τῆς δουλείας ἐκείνης. Οὐκοῦν θυσίας ἦν χρεία σῆς τὸν ἀνωτάτω Πατέρα καταλαττούσης ἡμᾶς καὶ ἀγιαζούσης, μεμολυυμένους ὄντα; τῇ πρὸς τὸν πονηρὸν κοινωνίᾳ. Θυσίας οὖν ἔδει τῆς καθαιρούσης καὶ καθαρᾶς, ἀλλὰ καὶ ἰερέως καὶ τούτου κεκαθαρμένου καὶ ἀναμαρτήτου. Ἔδει δὲ ἡμῖν μὴ τῆς κατὰ ψυχὴν μόνον, ἀλλὰ καὶ τὴς τοῦ σώματος ἀναστάσεως, καὶ ταύτης διὰ τοὺς ἐσομένους ἔπειτα κατὰ καιρόν. Οὐκοῦν ἔδει μὴ χαρισθῆναι ταύτην μόνον ἡμῖν τὴν ἐλευθερίαν καὶ τὴν ἀνάστασιν, ἀλλὰ καὶ πιστωθῆναι· πρὸς δὲ ταύτῃ καὶ τὴν ἀνάληψιν, καὶ τὴν ἐν οὐρανοῖ· ἀτελεύτητον πολιτείαν. Ἔδει δὲ τούτων ἀπάντων α τοῖς οὐσι τηνικαῦτα καὶ τοῖς ἐσομένοις μόνον, ἀλλὰ πολλῷ μᾶλλον τοῖς ἐξ αἰῶνος γεγενημένοις τοῦ γόνους· ἐν ᾤδου δὲ ἦσαν οὐτοι πολλῷ πλείου· τῶν ἐσομένων, καὶ πολλῷ πκείους πιστεύειν ἄμα καὶ σώζεσθαι μέλλοντας· ὃιόπερ οἷμαι καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ὁ Χριστὸς ἦλθεν. Ἔδει τοίνον καὶ οοορΟΘ","prev":{"citation":"Homiliae 106.10-21","label":"106.10 to 106.21","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/106.10","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/106.10"},"next":{"citation":"Homiliae 108","label":"108","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/108","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/108"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}