{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 11","citation":"Gregorius Palamas, Homiliae 11","ref":"11","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/11","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/11.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":416,"text":"ὀφθεὶς ταῖς προσελθούσαις τῷ τάφῳ γυναιξὶν, ἔλεγεν ὁ Κύριος· «Ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.» Ὁρᾶτε ὅπως ἀδελφὸς ἡμῶν ἀξιοῖ καλεῖσθαι Διὸ κάὶ ὁ Ἀπόστολος περὶ αὐτοῦ φησιν· «Οὐ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὥφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» Ὅτι δὲ κάὶ Πατὴρ ἡμῶν ἐστιν ὁ Χριστὸς, ἀναγεννήσας ἡμᾶς διὰ τοῦ ἁγίου βαπίσματος κάὶ τῆς αὐτοῦ θείας χάριτος, διὰ τοῦτο τεκνία ἑαυτοῦ τοὺς οἰκείους μαθητὰς ὀνομάζει, κάὶ μὴ ἀφήσειν αὐτοὺς ὀρφανοὺς ἐπὶ τὸ σωτήριον πάθος ἐρχόμενος ἐπαγγέλλεται· ὅθεν πάλιν φησίν ὁ Ἀπόστολος τὸ, «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς κάὶ αἴματος, κάὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον. « Ὃτι δὲ κάὶ ἓν σῶμα πάντες ἐσμὲν ἐν Χριστῷ, Παῦλος κάὶ τοῦτο ἐπιστώσατο λέγων· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ κάὶ μέλη ἐκ μέρους.» Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι κάὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ ἐνὸς σώματος πολλὰ ὄντα σῶμά ἐστιν ἓν, οὕτω κάὶ ὁ Χριστός· κάὶ γὰρ ἐν ἐνὶ Πνεύματι πάντες ἡμεῖς εἰς ἐν σῶμα ἐβαπτίσθημεν. Ἐν οὖν ἡμῖν ἐστιν, ἀδελφοί, τὸ τῆς παλιγγενεσίας κάὶ θεογενεσίας λουτρόν· μία πίστι, μία ἐλπὶς εἷς Θεὸς ἐπὶ πάντας, κάὶ διὰ πάντας, κάὶ ἐν πᾶσιν ἡμῖν· συνάγων ἡμᾶς εἰς ἑαυτὸν δι´ ἀγάπης ἐνθέου, κάὶ μέλη ποιῶν ἀλλήλων κάὶ ἑαυτοῦ. Ἀλλὰ τὸ πρὸς ἀλλήλους μῖσος ἐπεισελθὸν τῇ συνεργείᾳ τοῦ πονηροῦ, κάὶ τὴν ἀγάπην ἐξῶσαν, μᾶλλον δὲ οὐχ ἅπαξ, ἀλλὰ κάὶ πολλάκις ἐπεισερχόμενον, κάὶ τὴν ὅι´ ἀγάπης πρὸς ἀλλήλους τε κάὶ πρὸς τὸν Θεὸν ἕνωσιν ἡμῶν διαλῦον, οὐ μόνον ἀπ´ ἀλλήλων παραλύει τὰ κοινὰ τῆς πόλεως μέλη, κάὶ οἷον πάρετον αὐτὴν ἀπεργάζεται, ἀλλὰ κάὶ εἰς πολεμίους ἀντικαταστῆσαν ταῦτα μερίδας ἐμφυλίους στάσεις κινεῖ,, κάὶ συγχύσεις κάὶ ταραχὰς ἀνηκέστους, κάὶ τοὺς ὁμοφύλους ἀντιπάλους κατασκευάσαν, σχῆμα πόλεως ὑπ´ ἐχθρῶν ἀλούσης τῇ καθ´ ἡμᾶς ταύτῃ περιτίθησι πόλει, αὐτὴν ἐφ´ ἑαυτὴν ἐλεεινῶς ἐγείρων, κάὶ αὐτεπίβουλον κάὶ πολεμίαν ἑαυτοῖς ἐργαζόμενον· ὡς ὑπὸ τῆς ἀλιτηριώδους στάσεως ταύτης εἰς αἴνιγμα τὰ κατ´ αὐτὴν περιίστασθαι. Τίνες γὰρ οἱ τὴν πόλιν ἐπιτρέχοντες, ἔσθ´ ὅτε κάὶ τοὺς οἴκους καταστρέφοντες, κάὶ τὰ ἐν τοῖς οἴκοις διαρπάζοντες, κάὶ οὐν πολλῇ μανίᾳ τοὺς τῶν οἴκων δεσπότας ῥινηλατοῦντες, κάὶ κατ´ αὐτῶν φονῶντες ἀνηλεῶς τε κάὶ ἀπανθρώπως; ἄρ´ οὐχ οἱ τὴν πόλιν οἰκοῦντες ταύτην; Τίνες καθ´ ὡν ἡ τηλικαύτη μανία κάὶ βοὴ κάὶ ὁρμὴ κάὶ καταδρομή; οὐχὶ κάὶ οὐτοι πάλιν οἱ τὴν πόλιν οἰκοῦντες ταύτην, ἔστι δ´ ὅτε κάὶ παρ´ ὧν ἀπήλαυσει πολλῶν ἀγαυῶν; Ἀ τοῦ πάθους! βαβαὶ τοῦ μεγεθους τῆς ἀθλιότητος! Αὐτὴ ἑαυτὴν πολεμεῖ, αὐτὴ ὑφ´ ἑαυτῆς πολεμεῖται, ποσὶν οἰκείοις ἐλαύνεται, χερσὶν","prev":{"citation":"Homiliae 10","label":"10","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/10","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/10"},"next":{"citation":"Homiliae 12","label":"12","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/12","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/12"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}