{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 113","citation":"Gregorius Palamas, Homiliae 113","ref":"113","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/113","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/113","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/113.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":405,"text":"διαπύρως, καὶ ζητεῖν ἐπιμόνως τὴν διαιωνίζουσαν ἐκείνην υἱοθεσίαν καὶ ἀπολύτρωσιν. καὶ καινὴν ὄντως ζωήν καὶ μακαριότητα. Πολλαπλῆς γὰρ οὔσης κατά τε σῶμα καὶ ψυχήν τῆς ἡμετέρας ἐν Χριστῷ υἱοθεσίας καὶ ἀνακαινίσεως ἀρχήν τε καὶ τελειότητα ἐχούσης καὶ τὰ τούτων μεταξὺ, τὴν μὲν ἀρχὴν ἐντίθησιν ἡμῖν ἡ τοῦ βαπτίσματος χάρις, πάντων τε τῶν ἁμαρτημάτων καὶ τῆς ἑκ τῆς ἀρᾶς εὐθύνης τὴν ἄφεσιν παρέχουσα, καὶ λουτρὸν παλιγγενεσίας λέγεται· τὴν δὲ τελειότητα παρέξει ἡ ἐλπιζομένη τοῖς πιστοῖς ἐξανάστασις. καὶ ἡ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ἐπαγγελία· τὰ δὲ μεταξὺ τούτων, ἡ κατὰ τὸ τοῦ Χριστοῦ Εὐαγγέλιόν ἐστι ζωὴ, δι´ ἧς τρέφεται καὶ αὔξει ΘΚ καὶ ἀνακαινίζεται ἡμέραν ἐξ ἡμέρας προκόπτων ὁ κατὰ Θεὸν ἄνθρωπος εἰς ἐπίγνωσιν Θεοῦ, καὶ δικαιοσύνην, καὶ ἁγιασμὸν, καὶ κατὰ μικρὸν μειῶν, καὶ ἀφ´ ἑαυτοῦ ἐκκόπτων τὴν εἰς τὰ κάτω προσπάθειαν, καὶ μεταφέρων τὸν πόθον ἀπὸ τῶν ὁρατῶν καὶ σαρκικῶν καὶ προσκαίρων πρὸς τὰ νοητὰ καὶ πνευματικὰ καὶ ἀίδια Τὸ τριττὸν τοῦτο τῆς ἐν Χριστῷ ἀνακαινίσεως ἡμᾶς διδάσκων ὁ τῶν ἀποῤῥήτων μυστηρίων τοῦ Πνεύματος θεατὴς, τὸ σκεῦος τὸ ἐκλεκτὸν, Παῦλος ἐ μέγας, γράφει Ῥωμαίοις ἐπιστέλλων· «Ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν· συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον.» Αὗτη ἡ τῆς ἡμετέρας ἀνακαινίσεως ἀρχή· τὸ γὰρ χειρόγραφον τῶν ἡμετέρων ἁμαρτημάτων ὁ Χριστὸς ἐν τῷ σταυρῷ διέῤῥηξε, καὶ τοὺς διὰ τοῦ βαπτίσματος αὐτῷ συνθαπτομένους ἀνευθύνους ἐποίησεν. Ἄκουε δὲ καὶ τῆς μετὰ τὴν ἀρχὴν μεσότητος· «Ἵνα γὰρ, φησίν, ὧσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν·» καὶ προσεπάγει τὴν τελειότητα τῆς ἀνακαινίσεως·, δεικνύς· «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Ἐξῆς δὲ τὴν ἀρχὴν καὶ τὸ γένος τῆς ἀνακαινίσεως καὶ υἱοθεσίας ἐμφανέστερον δηλῶν, «Καὶ αὐτοί, φησὶν, οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι·» ἀπαρχὴν τοῦ Πνεύματος ὀνομάζων τὸν ἁγιασμὸν, καὶ τὴν χάριν τοῦ Πνεύματος, ἡν ἐν τῷ θείῳ βαπτίσματι λαμβάνομεν, τῶν ἁμαρτημάτων ἀπαλλαγέντες καὶ ἀνακαινισθέντες, καὶ δωρεὰν τῇ τοῦ Χριστοῦ χάριτι δικαιωθέντες· ἀπαρχὴ γάρ ἐστι ταῦτα τῶν μελλόντων ἐκείνων ἀγαθῶν. Εἰπὼν δὲ, «υἱοθεσίαν ἀπεκδεχόμενοι,» δεικνὺς, ὡς οὐ τὴν διὰ τοῦ βαπτίσματος φησιν υἱοθεσίαν, ἀλλὰ τὴν μέλλουσαν ἐκείνην καὶ τελείαν καὶ ἀδιάπτωτον, προσεπάγει· «Τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν·» δηλονότι τὴν ἀπὸ τῶν παθῶν καὶ τῆς φθορᾶς αὐτοῦ λύτρωσιν· ἡ μὲν γὰρ ἐνταῦθα υἱοθεσία διαπίπτει πολλάκις, ἡ δὲ διὰ τῆς ἐκ νεκοῶν παλινξωθας καὶ ἀναστάσεως, αὕτη τελεία καὶ βεβαιοτάτη ὄντως ἐστίν.. Ὁ αὐτὸς δὲ καὶ Φιλιππησίοις γράφων τὸ τέλος τῆς τοιαύτης ἀνακαινίσεως σαφέστερον ἐκτίθησι, οοιῶεορΟΘ","prev":{"citation":"Homiliae 112","label":"112","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/112","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/112"},"next":{"citation":"Homiliae 114.1-10","label":"114.1 to 114.10","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/114.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/114.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}