{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 118","citation":"Gregorius Palamas, Homiliae 118","ref":"118","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/118","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/118","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/118.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":430,"text":"κτίσας, ὄ τις ἂν τοῦ ἀριθμοῦ μέρος ἀπολαβὼν ἐξεταστικῶς κατίδοι, καλὸν εὑρήσει καὶ καλὸν λίαν, ἑαυτῷ τε καὶ τοῖς ἄλλοις λόγοις ἀναλογίας ἐμπρέπον θαυμασίως. Οὐ μὴν διὰ τὸν ἀριθμὸν ἀπλῶς ἐτέρα τῆς ἑτέρας διενήνοχεν ἡμέρας· ἐπ´ οὐδεμιᾶς γὰρ ὁ Μωϋσῆς ἐπαινέτην ἀριθμοῦ γεγονότα τὸν Θεὸν ἱστόρησεν, ἀλλὰ τὰ καθ´ ἑκάστην ὑπ´ αὐτοῦ προηγμένα δι´ ἐπαίνου τίθεσθαι· τοιγαροῦν οὐδὲ ἡ ἕβδόμη των ἡμερῶν διὰ τὸν ἀριθμὸν ἐπαινετέα. Λέγομεν τοίνυν ἡμεῖς τίνος ἕνεκεν ὁ Θεὸς αὐτὴν διαφερόντως εὐλόγησέ τε καὶ ἡγίασεν, ἐξ αὐτῶν τῶν τοῦ Μωσέως λόγων λαβόντες τὰς ἀρχάς. «Κατέπαυσε γὰρ, φησὶν, ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἕβδόμη ἀπὸ πάνττων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν.» Εἶτα προσθεὶς, ὅτι· «Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν·» καὶ τὴν αἰτίαν εὐθὺς προστίθησι τῆς εὐλογίας αὐτὸ τοῦτο λέγων πάλιν· «Ὅτι κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὡν ἤρξατο ποιῆσαι.» Οὐκοῦν ἐστιν ἔργα τοῦ Θεοῦ ἅπερ οὔτε ἤρξατο ποιεῖν, οὕτε κατέπαυσε ποιῶν· ὡς καὶ αὐτὸς ὁ Κύριος ἀπεκάλυψεν ἡμῖν λέγων· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐρχάζεται, κἀγὼ ἐργάζομαι.» Θέλων οὖν ὁ Θεὸς τῶν τοιούτων ἔργων ἡμῖν τὴν δυνατὴν γνῶσιν παρασχεῖν, καὶ ταῦτα δεῖξαι ζητητέα μᾶλλον ὑπ´ αἴσθησιν ἁπάντων, τὴν ἑβδόμην καθ´ ἡν κατέπαυσε τὰ αἱσθητὰ ποιῶν εὐλόγησέ τε καὶ ἡγίασεν, ὡς ἐπάνοδον οἷον οὖσαν διὰ τῆς καταπαύσεως ἀπὸ τῶν κάτω, πρὸς ἐκεῖνα τὰ κρείττω καὶ ὑπερκόσμια. Κατὰ γὰρ τὸν μέγαν Διονύσιον εἰπεῖν, ἔξω ἑαυτοῦ γίνεται δι´ ὑπερβολὴν ἀγαθότητοσὁ Θεὸς, καὶ ἐκ τοῦ πάντων ἐξῃρημένου πρὸς τὸ ἐν πᾶσι κατάγεται, κατ´ ἐκστατικὴν ὑπερούσιον δύναμιν ἀνεκφοίτητον ἑαυτοῦ· συγκαταβὰς δὴ φιλανθρώπως, ἐφ´ ὅσον αὐτὸς ἠθέλησε καὶ ἐρχῆν, καὶ τὸν καθ´ ἡμᾶς αἰσθητὸν τοῦτον ἐν ἓξ ἡμέραις ἐργασάμενος κόσμον, κατὰ τὴν ἐβδόμην εἰς τὸ οἰκεῖον ὕψος, ὃ μηδ´ ἀπέλιπε, θεοπρεπῶς ἐπανῆλθε, καὶ τὴν κατ´ αὐτὴν κατάπαυσιν εὐλογημένην μᾶλλον ὑπέδειξε, διδάσκων καὶ ἡμᾶς ζητεῖν εἰσελθεῖν, κατὰ τὸ ἐγχωροῦν, εἰς ἐκείνην τὴν κατάπαυσιν, ἥτις ἐστὶν ἡ κατὰ νοῦν ἡμῶν θεωρία, καὶ ἡ διὰ ταύτης πρὸς Θεὸν ἀνάνευσις. Πρὸς ἡν κατάπαυσιν καὶ ὁ Ἀπόστολος διαῤῥήδην προτρέπεται· προθεὶς γὰρ τὸ παρὰ τοῦ Θεοῦ διὰ τοῦ Ἰαλμῳδοῦ περὶ τοῦ γένους τῶν Ἰουδαίων λεγόμενον· «Ὡς ὥμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου·» ἐπιφέρει γράφων· «Εἴρηται που περὶ τῆς ἑβδόμης ὅτι κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἕργων αὐτοῦ.» Καὶ μετ´ ὀλίγα· «Σπουδάσωμεν οὖν καὶ ἡμεῖς εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ·» ὁ γὰρ εἰσελθὼν, κατέπαυσε καὶ αὐτὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, καθάπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Ἀλλὰ τίς αὕτη ἡ κατάπαυσις ἔτι σαφέστερεν ποεῖτε μαθεῖν, καὶ πῶς καὶ ἡμεῖς εἰς αὐτὴν εἰσελευσόμεθα; Ἀν τὰ ἔργα μάθωμεν, ὦν ὡς ἀνάσχων αὐτῶν ὁ Θεὸς οὐκ ἥρξατο, ἔτι μᾶλλον καὶ τῆς καταπαύσεως ταύτης, καὶ τῆς πρὸς αὐτὴν εἰσελεύσεως","prev":{"citation":"Homiliae 117.19-28","label":"117.19 to 117.28","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/117.19","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/117.19"},"next":{"citation":"Homiliae 119","label":"119","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/119","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/119"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}