{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 120","citation":"Gregorius Palamas, Homiliae 120","ref":"120","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/120","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/120","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/120.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":428,"text":"εἰκότως τῆς εὐλογίας ταύτης μόνην ἡξίωσεν. Ἀλλὰ παρεσκευάσθη μὲν ἐν ὀδήλῳ τοῦτο κατὰ τὴν ἐβδόμην, δηλονότι κατὰ τὸ Σάββατον, ἀνεφάνη δὲ καὶ καθαρῶς ἐτελέσθη τὸ πᾶν, καὶ τοῦ σώματος ἀνακληθέντος πρὸς ἀφθαρσίαν, κατὰ τὴν ὀγδόην διὰ τῆς Δεσποτικῆς ἀναστάσεως, διὸ καὶ Κυριακὴ παρ´ ἡμῶν αὕτη φερωνύμως κατονομάζεται. Ὥσθ´ ὅπερ ἐστὶν ἡ Παρασκευὴ πρὸς τὸ Σάββατον, τοῦτο πρὸς τὴν Κυριακὴν ὑπάρχει τὸ Σάββατον, ὑπερέχουσαν τούτου σαφῶς, καθόσον ἀρχῆς καὶ τύπου καὶ σκιᾶς ἡ τελειότης καὶ ἡ ἀλήθεια· τοσοῦτο τῇ Κυριακῇ τὸ περιὸν καὶ σεβάσμιον διὰ τὸ κατ´ αὐτήν ὑπερευλογημένον τέλος, καὶ τὴν ἐλπιζομένην κατ´ αὐτὴν κοινὴν τῶν ἀπάντων ἀνάστασιν, καὶ τελείαν τῶν ἀξίων εἰσέλευσιν εἰς τὴν θείαν κατάπαυσιν, καὶ τὴν παντὸς τοῦ κόσμου ἀναστοιχείωσιν. Οὐκοῦν ὅσα ἄν τις εἴποι τὴν ἑβδόμην σεμνθνων, ἐπὶ τὴν ὀγδόην ταῦτα μετὰ προσθήκης ἀνάχεται· αὕτη γὰρ ἐκείνης ἐστὶν ἡ τελείωσις. Ταύτης τῆς ὀγδόης τὴν τιμὴν, δηλονότι τῆς Κυριακῆς, καὶ λεληθότως μὲν εἰσήγαγεν ὁ Μωυσῆς· ὁ γὰρ Ἰωβηλαῖος ἐνιαυτὸς, ὃς ἀφέσειως ἐνιαυτὸς παρ´ ἐκείνου νομίζεταί τε καὶ ὀνομάζεται, οὐκ ἐναρίθμιός ἐστι ταῖς κατὰ νόμον ἀριθμουμέναις ἑβδομάσι τῶν ἐτῶν, ἀλλὰ μετ´ ἐκείνας πάσας καὶ ὄγδοός ἐστι, μετὰ τὸ παρελθεῖν τὴν ἐσχάτην ἐβδομάδα τῶν ἐτῶν ἐκείνων ἀνασαινόμενος· τοῦτο καὶ ἐν ταῖς ἑβδομάσι τῶν κατὰ τὰς ἡμέρας ἐβδομάδων ποιεῖ ὁ Μωϋσῆς. Οὐ μόνον δὲ λεληθότως οὕτως εἰσήγαγε τὴν τιμὴν τῆς ὀγδόης ὁ νομοθέτης, ἣν καὶ Κυριακὴν ἡμεῖς ὀνομάζομεν, ὡς ἀφιερωμένην τῆ ἀναστάσει τοῦ Κυρίου ἡμέραν, ἀλλὰ καὶ κατὰ τὴν ἐορτὴν, ἣν σαλπίγγων ὠνόμασε, καὶ ἐξόδιον ταύτην καλεῖ, τουτέστι πέρας καὶ τελείωσιν τῶν ἑορτῶν ἁπασῶν. Κατὰ ταύτην οὖν φανερῶς φησιν, ὅτι καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ἡμῖν, προκαταγγέλλων τὸ τῆς Κυριακῆς θεῖον οἷον καὶ πανευκλεὲς καὶ σεβάσμιον, μετὰ τὴν πάροδον τῶν νομικῶν ἁπάντων ἐσόμενον. Ὥστε καὶ οὗτος διὰ τοῦτο τετίμηκε τὴν ἑβδόμην, ὡς εἰς τὴν ὀγδόην ταύτην φέρουσαν τὴν ὄντως τιμίαν· καὶ καθάπερ ὁ δι´ αὐτοῦ δεδομένος νόμος τίμιος, ἀλλ´ ὡς εἰσάγων εἰς Χριστὸν, οὕτω καὶ ἡ ἐβδόμη τιμία ὡς εἰσάγουσα εἰς τὴν ὀγδόην, καθ´ ἣν ἡ ἀνάστασις τοῦ Κυρίου γέγονεν, ὡ. ὀγδόη καὶ αὕτη οὖσα· κακάπερ γὰρ μετὰ τὴν ἑβδόμην ἡ ὁγδόη τῶν ἡμερῶν ἀριθμεῖται, οὕτως ἐξετάζων εὐρήσεις, μετὰ τὴν ἐβδόμην τῶν ἐκ τοῦ παντὸς αἰῶνος ἰστορουμένων ἀναστάσεων ἐκ τῶν νεκρῶν, ὀγδόην τὴν τοῦ Κυρίου γεγονυῖαν ἀνάστασιν· ὡς μὴ μόνον ἐν τῇ ὁγδόη τελεσθῆναι τῶν ἡμερῶν, ἀλλὰ καὶ ὀγδόην εἶναι ταύτην πρὸς τὰς πρὸ αὐτῆς ἀριθμουμένην. Τὴν αὐτὴν δὲ καὶ πρώτην πρὸς τὴν ἐλπιζομένην τῶν κατὰ Χριστὸν ἀπάντων ἀνάστασιν, μάλλον δε ἐξανάστασιν, δι´ ἤν καὶ ὁ Χριστὸς ἀπαρ ἠ τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν ἀνυμνεῖται. Τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ Κυριακὴ τῶν ἡμερῶν οὐκ ὀγδόη μόνον ἐστὶν ἀπὸ τῶν πρὸ αὐτῆς ἀριθμουμένη,","prev":{"citation":"Homiliae 119","label":"119","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/119","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/119"},"next":{"citation":"Homiliae 121","label":"121","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/121","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/121"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}