{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 122","citation":"Gregorius Palamas, Homiliae 122","ref":"122","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/122","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/122","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/122.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":447,"text":"ἡ λόγοις τὴν ἀπιστίαν, τῷ ἰατρείῳ δὲ τοῦ Χριστοῦ μὴ προσενεχθεὶς, καὶ τὴν ἰερὰν ὡς ὁ θεῖος Θωμᾶς ἰατρείαν μὴ προσδεξάμενος· εἰσὶ γὰρ, εἰσὶν οὐ λογισμοί τε καὶ λόγοι μόνον, ἀλλὰ καὶ ἔργα καὶ πράξεις πίστεως· «Δεῖξον γάρ μοι, φησί, τὴν πίστιν σου ἐκ τῶν ἔργων σου·» ὧν εἴ τις ἐκπέσειε τελέως τῆς Ἐκκλησίας τοῦ Χριστοῦ μακρυνόμενος, καὶ ἑαυτὸν ἑλὼν ἐκδιδοὺς τοῖς ματαίοις, νεκρὰν ἔχει, ταυτὸ δ´ εἰπεῖν, μὴ οὗσαν τὴν πίστιν, νεκρὸς κεὶ αὐτὸς διὰ τῆς ἁμαρτίας γενόμενος. Ἀλλ´ ἀποροῦσί τινες, πῶς κεκλεισμένων τῶν θυρῶν εἰσῆλθε σῶμα περικείμενος ὁ Χριστός· οὐ γὰρ ἴσασιν, ὡς ἔοικε, πνευματικοῖς συγκρίνειν πνευματικὰ, καὶ δι´ ἀλλήλων ἐπιγινώσκειν αὐτὰ καθὼς φησιν ὁ θεῖος Ἀπόστολος. Εἰ γὰρ τῆς κατὰ σάρκα τεκούσης αὐτὸν Παρθένου τὴν μήτραν οὐκ ἐλυμήνατο μηδαμῶς λύσας, ἀλλ´ ἀσινῆ τηρήσας Χ ἐν τῷ τίκτεσθαι τῆς παρθενίας τὰ σύμβολα, καίπερ τηνικαῦτα παθητὸν καὶ θνητὸν περικείμενος σῶμα, τί θαυμαστὸν εἰ ἀπαθανατίσας τὸ πρόσλημμα, καὶ σῶμα νῦν κεκτημένος ἀθάνατον κεκλεισμένας εἰσέδυ θύρας; Ἀλλ´ ἐπειδήπερ ἀθάνατον καὶ ἀπαθὲς εἶχε πάντως τὸ σῶμα, πῶς οὖν ἐπὶ τῶν χειρῶν καὶ τῆς πλευρᾶς εἶχε τὰς ὠτειλὰς καὶ τὰς διατρήσεις; φησὶ γὰρ ὁ Εὐαγγελιστὴς εἰπεῖν τῷ Θωμᾷ τὸν ΚύΚριον· «Φέρε ὧδε τὸν δάκτυλόν σου, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.» Πῶς οὖν εἰχε τὰς ὠτειλὰς; θνητὸν μὲν σῶμα καὶ παθητὸν οὐκ ἂν ὠτειλὰς τε καὶ διατρήσεις ἐπιδεῖξαι δύναιτο, καὶ σῶον καὶ ὑγιὰς διαμένειν· τὸ δὲ ἀπαθὲς καὶ ἀθάνατον ἔχει καὶ ὠτειλὰς δεικνύναι καὶ διατρήσεις ἂς προϋπέστη, καὶ οἷς ἂν θέλῃ, καὶ μένειν οὐδὲν ἦττον ἀπαθὲς καὶ ἀθάνατον. Ἐμοὶ δὲ τοῦτο, καὶ τοῦτο δίδωσι συνορᾷν, ὅτι τὰς ὠτειλὰς εἰς ἐγκαλλώπισμα φέρουσιν αἰώνιον οἱ παθόντες διὰ Χριστόν· καθάπερ γὰρ αἱ φωταγωγοὶ τῶν θυρίδων, μηδὲν τῇ ἀσφαλείᾳ τῆς οἰκοδομῆς προσιστάμεναι, οὐδ´ αἶσχος, ἀλλὰ κόσμος εἰσὶ τοῖς οἴκοις ἀναγκαιότατος, τό τε φῶς εἴσω πέμπουσαι, καὶ τοῖς ἐνοικοῦσι τὴν πρὸς τὰ ἔξω θέαν παρέχουσαι, τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ διὰ Χριστὸν ἐπὶ τοῦ σώματος πάθη, καὶ αἱ παρ´ αὐτῶν διατρήσεις, φωταγωγοὶ μάλιστα καθεστήκασι τῷ κεκτημένῳ τοῦ ἀνεσπέρου φωτὸς, καὶ ἐκ τοῦ θείου κάλλους μᾶλλον καὶ τῆς λαμπρότητος, ἀλλ´ οὐκ ἐκ τοῦ δυσειδοῦς τῶν τραυμάτων, κατὰ τὸν καιρὸν τῆς ἐκφάνσεως τοῦ φωτὸς ἐκείνου γνωρίζονται· τοσοῦτο τῇ ἀπαθείᾳ μὴ λυμαινόμαναι, παρ´ ὄσον καὶ πρόξενοι μᾶλλον τῆς ἀθανασίας εἰσί. Τὸ δὲ τοῦ Χριστοῦ σῶμα τὴν τοῦ θείου φωτὸς πηγὴν κεκτημένον ἔνδον, ἐκεῖθεν ἐκλάμψαν νοερῶς ἐφώτισε τὸν διστάζοντα· ὡς πάραυτα τὸν Θωμᾶν ἀναβοῆσαι τελέως θεολογήσαντα· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου·» ὁ δὲ Κύριος πρὸς αὐτόν· «Ὅτι κώρακάς με, πεπίστευκας. Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες·» δεικνὺς μηδὲν ἔχειν πλέον εἰς δόξαν τοὺς αὐτόπτας γεγενημένους τῶν δι´ αὐτῶν εἰς τὴν πρὸς αὐτὸν πίστιν ἐναγομένων· εἰ δὲ μὴ ΓαΤΗΟΓ. ΟΚ. ὄΙΙ","prev":{"citation":"Homiliae 121","label":"121","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/121","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/121"},"next":{"citation":"Homiliae 123","label":"123","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/123","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/123"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}