{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 123","citation":"Gregorius Palamas, Homiliae 123","ref":"123","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/123","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/123","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/123.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":404,"text":"πιστεύσοντες εἶπεν, ἀλλὰ πιστεύσαντες, ἀλλὰ τῇ θείᾳ καὶ προγνωστικῇ δυνάμει τοῦ πάντα πρὸ γενέσεως εἰδότος, ὡς γεγονότα ἐστὶ τὰ ἐσόμενα. Ὢ δέ μοι νῦν ἐπῆλθε τῇ διανοίᾳ, τοῦτο πρὸς τὴν ὑμετέραν ἀγάπην ἐρῶ. Τὸν γὰρ Θωμᾶν ὁρῶν ἀπόντα μὲν ἄπιστον γεγονότα, συνεληλυθότα δὲ τοῖς πιστεύσασι μηδαμῶς τῆς πίστεως ἀστοχήσαντα, ἐπὶ νοῦν ἐβαλόμην, ὅτι καὶ ὁ ἀμαρτωλὸς ἄνθρωπος, ἂν μόνον φύγοι τὴν μετὰ τῶν φαύλων ἀναστροφὴν. καὶ τοῖς δικαίοις συναναστρέφηται, τῆς δικαιοσύνης καὶ τῆς δι´ αὐτὴν κατὰ ψυχὴν σωτηρίας οὐκ ἀστοχήσοι ποτέ. Καὶ τοῦτ´ οἷμαι καὶ ὁ ψαλμῳδὸς Προφήτης αἰνίττεται, μακαρίζων τοὺς ἐκκλίνοντας τὴν τῶν λοιμῶν συνεδρίαν καὶ συνοδοιπορίαν. Καὶ ἕτερος προφήτης· «Μὴ ἴσθι, λέγων, μετὰ πολλῶν. ἐπὶ κακίᾳ·» καὶ ἃ Παροιμιαστής· «Ἐν συναγωγῇ ἀμαρτωλῶν ἐκκαυθήσεται πῦρ· ὁ δὲ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται.» Τοιγαροῦν, ἀδελφοί, ουνερχώμεθα καὶ πυκνὰ παραβάλλωμεν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ· ταύτῃ γὰρ πᾶς ὡς ἀληθῶς εὐλαβὴς προσεδρεύει καὶ παραμένει μὴ ἀφιστάμενος· καὶ ὅταν ἕκαστος ὑμῶν εἰς αὐτὴν ἔλθῃ, σκοπείτω τοὺς εὐλαβεστέρους, δυνατὸν δὲ γνωρίσαι καὶ μόνῃ τῇ θέᾳ τούτους τῆς ἐν σιωπῇ καὶ προσοχῇ παραστάσεως. Σκοπείτω τοίνυν τοὺς εὐλαβεστέρους, καὶ μάλιστα τῶν ἄλλων φοβουμένους ΛΟῼ τὸν Κύριον, καὶ τούτοις φέρων ἑαυτὸν προσκολλάτω, καὶ μετὰ τούτων συμπαριστάσθω Θεῷ· κἂν ἐντεῦθεν ἐξέλθῃ μετὰ τὴν ἀπόλυσιν, Κυριακῆς οὔσης, σχολὴν ἄγων ἀπὸ τῶν γηΐνων ἔργων διὰ τὸν Κύριον, οὗ καὶ ἔστιν ἐπώνυμος αὕτη, ζητεῖτε μετ´ ἐπιμελείας, εἴ πού τις τοὺς ἀποστόλους ἐκείνους μιμούμενος, κατάκλειστος ὡς τὰ πολλὰ διαμένει διὰ τῆς ἐν ἡσυχίᾳ προσευχῆς καὶ ψαλμῳδίας καὶ τῆς ἄλλης καταλλήλου διαίτης ποθῶν τὸν Κύριον. Ἐκείνῳ δὴ προσίτω καὶ οὗτος, καὶ εἰσίτω μετὰ πίστεως τὸν οἰκίσκον ἐκείνου, καθάπερ οὐράνιόν τινα χῶρον, ἔνδον ἔχοντα τὴν ἁγιαστικὴν τοῦ Πνεύματος δύναμιν· καὶ τῷ ἐνοικοῦντι παρακαθεζέσθω, καὶ συμπαραμενέτω καθόσον ἔχει, καὶ προσλαλείτω περὶ Θεοῦ καὶ τῶν θείων, ἐρωτῶν καὶ σὺν ταπεινώσει μανθάνων, καὶ τὴν δι´ εὐχῆς ἐπικουρίαν ἐπικαλούμενος· ἐλεύσεται γὰρ οὕτω πράττοντα καὶ πρὸς αὐτὸν ἀοράτως, εὖ οἶδα, Χριστὸς, καὶ τὴν εἰρήνην ἔνδον τῷ λογιζομένῳ τῆς ψυχῆς παρέξει, καὶ τῇ πίστει προσθήσει, καὶ τὸν στηριγμὸν ἐπιδώσει, καὶ μετὰ τῶν ἐκλεκτῶν κατατάξει κατὰ καιρὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν αὐτῷ τῷ νῦν ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι, καὶ ὕστερον μετὰ δόξης ἐλευσομένῳ βασιλεῖ τῶν αἰώνων Χριστῷ· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΙΗʹ. Τῇ Κυριακῇ τῶν μυροφόρων· ἐν ᾗ καὶ ὅτι πρώτη τὸν Κύριον ἡ Θεοτόκος εἰδεν ἐκ νεκρων ἀνασΤΗΦΖΗ. Ἡ τοῦ Κυρίου ἀνάστασις τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ἀνανέωσις, καὶ τοῦ πρώτου διὰ τὴν ἁμαρτίαν θανάτῳ καταποθέντος Ἀδὰμ, καὶ διὰ θανάτου πρὸς","prev":{"citation":"Homiliae 122","label":"122","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/122","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/122"},"next":{"citation":"Homiliae 124","label":"124","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/124","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/124"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}