{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 128","citation":"Gregorius Palamas, Homiliae 128","ref":"128","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/128","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/128","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/128.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":432,"text":"γὰρ ἂν εἴπερ εἶδε, καὶ χεροὶν ἤψατο, καὶ συντυγχάνοντος ἤκουσε, τοιαῦτα ἔλεγεν, ὅτι Ἢραν καὶ ματἔθηκαν, ὅπου δὲ, οὐκ οἴδαμεν; Ἀλλὰ μετὰ τὸν Πέτρου καὶ Ἰωάννου δρόμον ἐπὶ τὸν τάφον, καὶ τὴν ἐκεῖ θέαν τῶν ὀθονίων καὶ τὴν ἐπάνοδον, Μαρία εἰστήκει, φησί, πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω. Ὁρᾶτε ὡς μὴ μόνον οὔπω εἶδεν, ἀλλ´ οὐδὲ δι´ ἀκοῆς ἐπληροφορήθη; καὶ τῶν ἐπιφαινομένων δὲ ταύτην ἐρωτησάντων ἀγγέλων, Γύναι, τί κλαίεις; κείνη πάλιν ὡς περὶ νεκροῦ ἀποκρίνεται· ὡς δὲ στραφεῖσα τὸν Ἰησοῦν εἰδεν, οὐδὲ πάλιν συνῆκεν, ἀλλ´ ἐρωτωμένη καὶ παρ´ αὐτοῦ, τί κλαίει, τὰ παραπλήσια φθέγγεται, ἕως οὗ ἐξ ὀνόματος ἐκεῖνος αὐτὴν καλέσας, ἑαυτὸν παρέστησεν ὄντα. Τότε δὴ προσπεσοῦσα καὶ αὐτὴ, καὶ ζητοῦσα τὸν ἀσπασμὸν τοῖς ἐκείνου ποσὶ προσενεγκεῖν, ἤκουσε παρ´ αὐτοῦ,, Μή μου ἅπτου· παρ´ οὐ μανθάνοαεν, ὡς ἡνίκα πρότερον ὤφθη τῆ τε Μητρὶ καὶ ταῖς συνούσαις αὐτῇ γυναιξὶν, αὐτῇ μόνῃ καὶ τῶν ποδῶν ἄψασθαι παρέσχεν, εἰ καὶ ὁ Ματθαῖος κοινοποιεῖται καὶ ταῖς ἄλλαις γυναιξὶ τοῦτο, μὴ θέλων δι´ ἣν τὴν ἀρχὴν ἔφημεν αἰτίαν, φανερῶς τὴν Μητέρα προάγειν ἐπὶ τῶν τοιούτων. Ἐπεὶ δὲ μετὰ τὸ πρώτην ἐλθεῖν ἐπὶ τὸν τάφον τὴν ἀειπάρθενον Μαρίαν, καὶ πρώτην τὸ εὐαγγέλιον τῆς ἀναστάσεως δέξασθαι πολλαὶ συνῆλθον, καὶ τὸν λίθον εἶδον ἀποκεκυλισμένον κἀκεῖναι, καὶ τῶν ἀγγέλων ἥκουσαν, ἐπανιοῦσαι μετὰ τὴν τοιαύτην ἀκοὴν καὶ θέαν ἐμερίσθησαν. Καὶ αἱ μὲν, καθάπερ ὁ Μάρκος φησί, «ἔφυγον ἀπὸ τοῦ μνημείου, και εἶχεν αὐτὰς φόβος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ·» αἱ δὲ τῇ τοῦ Κυρίου εἴποντο Μητρὶ, αἱ καὶ τῆς τοῦ Δεσπότου θας καὶ ὁμιλίας ἐπέτυχον. Ἡ δὲ Μαγδαληνὴ πρὸς Πέτρον καὶ Ἰωάννην ἀπήει, μεθ´ ὡν καὶ πρὸς τὸν τάφον πάλιν ἔρχεται μόνη· κἀκείνων ἀναχωρησάντων, αὐτὴ παραμείνασα τῆς Δεσποτικῆς ἀξιοῦται καὶ αὔτη θέας, καὶ πρὸς τοὺς ἀποστόλους καὶ αὕτη πέμπεται, καὶ πρὸς αὐτοὺς ἔρχεται πάλιν, ἀπαγγέλλουσα πᾶσιν, ὡς Ἰωάννης φησὶν, «Ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.» Ταύτην οὖν τὴν θέαν πρωῒ φησι καὶ ὁ Μάρκος γενέσθαι, τουτέστι κατὰ τὴν ἀκραιφνῆ τῆς ἡμέρας ἀρχὴν, τοῦ ὄρθρου παρελθόντος παντὸς, ἀλλ´ οὐχὶ τὴν τοῦ Κυρίου ἀνάστασιν, οὐδὲ τὴν πρώτην αὐτοῦ ἐπιφάνειαν τότε γενέσθαι ἰσχυριζόμενος. Ἔχομεν δὴ τὰ τῶν Μυροφόρων ἠκριβωμένα, καὶ τὴν ἄνωθεν ζητουμένην ἐπὶ ταύταις τῶν τεσσάρων εὐαγγελιατῶν συμφωνίαν. Οἱ δὲ μαθηταὶ κατ´ αὐτὴν τὴν ἡμέραν τῆς ἀναστάσεως παρά τε τῶν Μυροφόρων ἀκούσαντες καὶ τοῦ Πέτρου, καὶ παρὰ Λουκᾷ καὶ Κλεόπα, ὅτι ὁ Κύριος ζῇ, καὶ ἐθεάθη ὑπ´ αὐτῶν, ἠπίστησαν· διὸ καὶ ὀνειδίζονται παρ´ αὐτοῦ, ὕστερον συνοῦσιν ἐπιφανέντος αὐτοῖς. Μετὰ δὲ τὸ διὰ πολλῶν καὶ πολλάκις ἑαυτὸν παραστῆσαι ζῶντα, οὐκ ἐπίστευσαν μόνον, πάντες, ἁλλὰ καὶ ἐκήρυξαν πανταχοῦ· «Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν,» «Τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον","prev":{"citation":"Homiliae 127","label":"127","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/127","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/127"},"next":{"citation":"Homiliae 129","label":"129","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/129","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/129"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}