{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 129","citation":"Gregorius Palamas, Homiliae 129","ref":"129","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/129","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/129","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/129.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":401,"text":"ΙΟΜΙΙΑ ΧΙΧ. βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων· κ τὰ γὰρ σημεῖα μέχρι τοῦ κηρυχθῆναι τὸν λόγον εἰς πᾶσαν τὴν γῆν ἀναγκαιότατα ἦν. Ἀλλὰ δεῖ μὲν σημείων καὶ τεραστίων πρὸς παράστασιν καὶ βεβαίωσιν τῆς τοῦ κηρύγματος ἀληθείας, δεῖ δὲ σημείων, ἀλλ´ οὐ τεραστίων πρὸς παράστασιν τῶν ὑποδεξαμένων τὸν λόγον, εἰ βεβαίως ἐπίστευσαν· τίνων τούτων; Τῶν ἀπὸ τῶν ἔργων· «λεῖξον γάρ μοι, φησὶ, τὴν πίστιν σου ΧΩ ΧΩ τῶν ἔργων σου·» καὶ, «Τίς πιστός; Δειξάτω ΧΩ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ.» Τίς γὰρ πιστεύσει διάνοιαν ἔχειν ὄντως θείαν καὶ μεγάλην καὶ ὑψηλὴν, καὶ ὡς εἰπεῖν οὐράνιον, οἴα πέρ ἐστιν ἡ εὐσέβεια, τὸν φαύλων ἀντεχόμενον ἔργων, καὶ τῇ γῇ καὶ τοῖς γηζνοις προσηλωμένον; Οὐδὲν οὗν ὄφελος, ἀδελφοί, ἐὰν πίστιν λέγῃ τις ἔχειν θείαν, ἔργα δὲ μὴ ἔχῃ τῇ πίστει κατάλληλα. Τί τὰς μωρὰς παρθένους αἱ λαμπάδες ὤνησαν οὐκ ἐχούσας ἔλαιον, δηλονότι τὰ τῆς ἀγάπης καὶ τὰ τῆς συμπαθείας ἔργα; Τί τὸν ἐν τῇ ἀσβέστῳ φλογὶ διὰ τὸν πρὸς τὸν Λάζαρον ἀσυμπαθὲς τηγανιζόμενον ἐκεῖνον πλούσιον τὸν πατέρα ἐπικαλεῖσθαι τὸν Ἀβραάμ; Τί τὸν μὴ κεκτημένον διὰ τῶν ἀγαθῶν ἔργων ἔνδυμα, τῷ θείῳ γάμῳ καὶ τῇ παστάδι τῆς ἀφθαρσίας ἐκείνης κατάλληλον, ἡ πρὸς τὴν κλῆσιν δῆθεν εὐπείθεια; Καὶ γὰρ προσεκλήθη τε καὶ προσῆλθε πιστεύσας πάντως, καὶ τοῖς ἁγίοις ἐκείνοις δαιτυμόσι συνανεκλήθη, ἀλλ’ἐξελεγχθεὶς καὶ καταισχυνθεὶς, ὡς τὴν ἀπὸ τῶν ἠθῶν καὶ τῶν πράξεων φαυλότητα περικείμενος, δεθείς χεῖράς τε καὶ πόδας ἀνηλεῶς, εἰς τὴν γέενναν ῥίπτεται τοῦ πυρὸς, ἕνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ἧς μηδένα γένοιτο τῶν ἁπὸ τοῦ Χριστοῦ καλουμένων πεῖραν λαβεῖν, ἀλλὰ τῇ πίστει βίον ἐπιδειξαμένους προσήκοντα, καὶ εἰσελθεῖν εἰς τὸν νυμφῶνα τῆς εὐφροσύνης τῆς ἀκηράτου, καὶ συνδιαιωνίζειν τοῖς ἁγίοις, ΟΜΙΛΙΑ ΙΘʹ. Εἰς τὸν κατὰ τὴν Σαμαρείτιδα τοῦ Χριστοῦ εὐαγγέλιον· καὶ ὅτι δεῖ καταφρονεῖν τῶν παρόντῶν. Διὰ πασῶν τῶν νῦν διερχομένων ἡμερῶν τούτων, εἰς πεντήκοντα ἐκτεινομένων, τὴν ΧΩ νεκρῶν ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν πρὸς τὰς ἄλλας ἑορτὰς ὑπεροχὴν παριστῶντες διὰ τῆς παρατάσεως ταύτης,. Εἰ γὰρ καὶ τῆς πρὸς οὐρανὸν ἐπανόδου τὴν ἐπέτειον μνήμην ὁ ἀριθμὸς οὔτος τῶν ἡμερῶν περιέχει, ἀλλὰ καὶ αὕτη τὴν τοῦ ἀναστάντος Δεσπότου πρὸς τοὺς ἀναβεβιωκότας ἔσθ´ ὅτε τῶν δούλων ὑποδείκνυσι διαφοράν· πάντες γὰρ οἱ ΧΩ νεκρῶν ἀναστάντες ὑφ´ ἑτέρων ἀνέστησαν, καὶ πάλιν ἀποθανόντες ἐπέστρεψαν εἰς τὴν γῆν· Χριστοῦ δὲ ΧΩ νεκρῶν ἀναστάντος, θάνατος αὐτοῦ οὐκέτι κυριεύει· μόνος γὰρ οὔτος ἑαυτὸν ἀναστήσας τριήμερον, οὐκ εἰς γῆν ἐπέστρεψε πάλιν, ἀλλ´ εἰς οὐρανὸν ἀνελήλυθεν, ὁμόθρονον ὡς ὁμόθεον τῷ Πατρὶ ποιήσας τὸν ἡμέτερον φύραμα· διὰ","prev":{"citation":"Homiliae 128","label":"128","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/128","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/128"},"next":{"citation":"Homiliae 130","label":"130","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/130","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/130"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}