{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 135","citation":"Gregorius Palamas, Homiliae 135","ref":"135","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/135","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/135","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/135.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":428,"text":"Πανταχοῦ τοίνυν ὁ Θεὸς, οὐ τῆς γῆς μόνον, ἀλλὰ καὶ τῶν ὑπὲρ γῆν, προσκυνηθήσεται παρὰ τῶν οὕτω πιστευόντων ἀληθῶς τε καὶ θεοπρεπῶς, Πατὴρ ἀσώματος καὶ κατὰ χρόνον καὶ τόπον ἀόριστος, ἐν ἀγίῳ καὶ ἀιδίῳ Πνεύματι καὶ Υιῷ καὶ Λόγῳ συνανάρχῳ, ὅς ἐστιν ἡ ἐνυπόστατος τοῦ Πατρὸς ἀλήθεια. Ἀλλὰ καὶ ψυχὴ καὶ ἄγγελος ἀσώματα ὄντα, οὐκ ἐν τόπῳ ἐστὶν, ἀλλ´ οὐχὶ καὶ πανταχοῦ ἐστιν· οὐ γὰρ συνέχουσι τὸ πᾶν, ἀλλὰ καὶ αὐτὰ δεῖται τοῦ συνέχοντος. Οὐκοῦν καὶ αὐτὰ ἐν τῷ συνέχοντι καὶ περιέχοντι τὸ πᾶν, ὑπ´ αὐτοῦ καταλλήλως ὁριζόμενα α, Ἠ μέντοι ψυχὴ συνέχουσα τὸ σῶμα ᾧ καὶ συνεκτίσθη, πανταχοῦ τοῦ σώματός ἐστιν, οὐχ ὡς ἐν τόπῳ, οὐδ´ ὡς περιεχομένη, ἀλλ´ ὡς συνέχουσά τε καὶ περιέχουσα τὸ σῶμα, κατ´ εἰκόνα καὶ τοῦτ´ ἔχουσα Θεοῦ. Ἡ δὲ Σαμαρεῖτις, ὡς ἤκουσε παρὰ Χριστοῦ τῶν ἐξαισίων τούτων καὶ θεοπρεπῶν φωνῶν, ὡς ὁ Θεὸς οὐδαμοῦ κατ´ ἀλήθειαν προσκυνητός ἐστιν, εἰ μὴ ἐν τῷ πνεύματι καὶ τῇ ἀληθείᾳ αὐτοῦ, καθάπερ ἡ ἐν τοῖς Ἄσμασι τῶν ἀσμάτων νυμφευομένη τῷ Θεῷ ψυχὴ, τῇ φωνῆ τοῦ νυμφίου τῆς ἀφθαρσίας ἀναπτερωθεῖσα, τοῦ προσδοκωμένου καὶ ποθουμένου καὶ λεληθότος, ἔτι παρόντος, ποιεῖται μνείαν λέγουσα· «Οἶδα ὅτι εσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός. Ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.» Ὁρᾶτε πως ἡν ἑτοιμοτάτη πρὸς πίστιν, ὡς ἐγγίζοντος ἤδη τοῦ προσδοκωμένου, καὶ λίαν εὔελπις; Ἁρ´ οὐχὶ καὶ ταύτης ἦν λέγειν μετὰ τοῦ Δαβίδ· «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ ἐν τῆ δόξῃ μου;» Πόθεν δὲ καὶ τοῦτο βεβαίως οὕτως ἔδει καὶ ἀσφαλῶς, καὶ τὴν ἐκ ψυχῆς εἷχε πρὸς αὐτὸ διάθεσιν εἰ μὴ μετὰ συνέσεως ἀκροτάτης τὰς προφητικὰς ἐξεμελέτησε βίβλους; Ἐντεῦθεν καὶ τὸν νοῦν οὕτω μετάρσιον εἶχε, τῆς θείας ἱμπλεος γεγοκότα κατοχῆς· ὡς ἐμοὶ νῦν ἀγαμένως ὁρῶντι τὸν τῆς Σαμαρείτιδος ταύτης πρὸς Χριστὸν πνευματικὸν τε καὶ σφοδρὸν πόθον, ἐπέρχεται περὶ αὐτῆς πάλιν τὰ τοῦ ᾄσματος ἐκείνου λέγειν· «Τίε αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἤλιος,» τῷ μὲν γὰρ ἐπαγγέλλεσθαι μετ´ ὀλίγον ἐπιφανήσεσθαι τὸν τῆς δικαιοσύνης νοητὸν ἤλιον Χριστὸν, καὶ τῷ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν δι´ ἐαυτῆς ἀρχομένην ὑποφαίνειν, ὡς ἐξ ἱερᾶς ἀνίσχουσαν κολυμβήθρας τῆς πηγῆς. ἐφ´ ἧς εἰστήκει, καθάπερ κατηχουμένη παρὰ τοῦ Σωτῆρος, ὁρῶ ταύτην ἐκκύπτουσαν ὡς πολυέραστον ὄρθρον. Καλὴ δέ ἐστιν ὡσεὶ σελήνη, ἐπειδὴ φαίνει, τῆς νυκτὸς ἔτι τῆς ἀσεβείας ἐπικρατούσης· ἐκλεκτὴ δὲ ὡς ὁ ἥλιος, ἂτε καὶ φωτεινὴ παρὰ τοῦ Σωτῆρος ὠνομασμένη, καὶ τοῦ καταλόγου καὶ αὕτη τετελεσμένη ἦ Πῥ τῶν μελλόντων ὡς ῆλιος λάμψειν κατὰ τὸ Εὐαγγέλιον· ἐπεὶ καὶ μακαριωτάτῳ καὶ μαρτυρικῷ τέλει τὸν ἑξῆς φωτοειδῆ βίον ἐπεσφραγίσατο· καὶ νῦν δὲ Θεὸν εἶδεν ἀληθῆ πὸν Χριστὸν, καὶ τελέως τοῦτον ἐθεολόγησε· καὶ ὅπερ αὐτὸς τοῖς μαθηταῖς εἶπεν ὕστερον περὶ τοῦ","prev":{"citation":"Homiliae 134.14-24","label":"134.14 to 134.24","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/134.14","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/134.14"},"next":{"citation":"Homiliae 136","label":"136","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/136","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/136"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}