{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 138","citation":"Gregorius Palamas, Homiliae 138","ref":"138","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/138","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/138","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/138.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":408,"text":"ΟΜΙΛΙΑ Κʹ Εἰς τὸ κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην ὄγδοον ἐωθινὸν Εὐαγγέλιον· ἐν ᾖ καὶ ὅτι μεγάλων δωρεῶν ἀξιωθήσονται οἱ μέχρι τέλοιυς μετ´ εὐλαβείας ἐν ταῖς ἱεραῖς συνάξεσι παραμένοντες. Ἰωάννης ὁ παρθένος, καὶ τὴν ἐν μητράσι μόνην παρθένον μητέρα κατὰ χάριν μόνος πλουτήσας, ὁ τῷ Χριστῷ διαφερόντως ἠγαπημένος, ὁ καὶ τῆς βροντῆς, ἢν ὁ Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησε, μᾶλλον τῶν ἄλλων εὐαγγελιστῶν χρηματίσας υἱὸς, διὸ καὶ μεγαλοφωνοτέρῳ χρησάμενος τῷ κηρύγματι, διατρανῶν ἡμῖν τὰ τῆς ἐκ νεκρῶν Δεσποτικῆς ἀναστάσεως, καὶ τὸν τρόπον τῆς μετὰ τὴν αὐτοῦ ἀνάστασιν φανερώσεως ἱστορῶν, τῇ μὲν παρελθ ὑση Κυριακῇ, διὰ τῆς κατ´ αὐτὸν εὐαγγελικῆς συγγραφῆς ἑπ´ ἐκκλησίας ἠκούετο, λέγων· «Τῇ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον· καὶ ῥλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου· τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς,» ἑαυτὸν ἐντεῦθεν δηλῶν. Νῦν δὲ ἠκούσαμεν αὐτοῦ λέγοντος, «Μ ρία δὲ εἰστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἕξω·» αὐτὸς μὲν γὰρ ὁ Ἰωάννης μετὰ τοῦ Πέτρου παρ´ αὐτῆς ἀκούσαντες, καὶ δραμόντες ἐπὶ τὸ μνῆμα τὸ ζωαρχικὸν εἶδον ἃ εἶδον, καὶ διὰ τεκμηρίων πιστεύσαντες καὶ θαυμάσαντες ἀπῆλθον πρὸς ἑαυτούς. Παραμείνασα δὲ ἡ Μαρία εἰστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω· δῆλον, ὡς μήπω πληροφορίαν τινὰ λαβοῦσα περὶ τῆς Δεσποτικῆς ἀναστάσεως· καίτοι´ δίς ἤδη μεθ´ ἑτέρων ἦλθεν ἐπὶ τὸ μνῆμα· πρῶτον μὲν μετὰ τῆς Θεομήτορος, ὡς ὁ Ματθαῖος ἱστόρησε γράφων· «Ὀψὲ Σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων, ἔρχεται Μαρία ἡ Μαγδαληνὴ, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον· καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας,» καὶ ὅσα τῶν ἑξῆς. Εἶτα νῦν ἔρχεται μετὰ Πέτρου καὶ Ἰωάννου, οἶ καὶ δι´ ὥν εἰδον πιστεύσαντες καὶ θαυμάσαντες ἀπῆλθον. Δνς οὖν μεθ´ ἑτέρων ἐπὶ τὸν τάφον ἐλθοῦσα, πόντων εκείνων τῶν συνελθόντων πιστευσάντων καὶ πληροφορηθέντων, ὡς μηδεμίαν αὕτη πληροφορίαν λαβοῦσα ἀγαραμύθητα κλαίει. Ἵοι δ´ ἄν τις τοῦτο καὶ ἐπὶ τῶν κατ´ ἀρετὴν ἀγώνων τελούμενον· τοῖς μὲν γὰρ τῶν ἀγωνιζομένων εὐθὺς ἡ χάρις ὑπαντᾷ, καὶ πληροφορίαν αὐτοῖς παρέχει τῶν ἀῤῥαβώνων, γεύουσα τῶν ἐπηγγελμένων ἐπάθλων, οἱονεὶ προτείνουσα φιλάνθρωπον χεῖρα, καὶ δεξιουμένη τούτους, καὶ πρὸς τὰ ἑξῆς ὑπαλείφουσα· τῶν δὲ τὸ τέλος ἀναμένει τῆς ἀνωνίας, ἑτοιμάζουσα πάντως τούτοις καὶ τῆς ὑπομονῆς τοὺς στεφάνους, ὡς καί τινα λέγειν τῶν θεοφόρων Πατέρων· Οἱ μὲν πρὸ τῶν καμάτων, οἱ δὲ ἐν τοῖς καμάτοις, οἱ δὲ ἐν τῇ ἐξόδῳ τὰς ὁσίας ἀμοιβὰς ἐκδέχονται. Γίνεται δὲ ταῦτα τῆς πανσόφου τοῦ Θεοῦ προνοίας πολυτρόπως οἰκονομούσης τὰ καθ´ ἡμᾶς, καὶ τὸ προσῆκον καὶ λυσιτελὲς ἑκάστῳ φιλανθρώπως νεμούσης ἐπί τε τῶν τῆς ἀρετῆς ἔργων, ΗΟΜΙ.ΙΑ ΧΚ","prev":{"citation":"Homiliae 137.16-24","label":"137.16 to 137.24","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/137.16","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/137.16"},"next":{"citation":"Homiliae 139.1-11","label":"139.1 to 139.11","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/139.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/139.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}