{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 146","citation":"Gregorius Palamas, Homiliae 146","ref":"146","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/146","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/146","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/146.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":435,"text":"κατηξιωμένων ἕκαστον θεοποιεῖ τῇ μετουσίᾳ τοῦ πυρὸς, ὃ βαλεῖν ἦλθεν ἐπὶ γῆς ὁ Κύριος. Μελισσείῳ δὲ κηρίῳ ἔοικεν ἡμῶν ἡ φύσις, οἱονεί τινι κηρίῳ τῷ σώματι ἐντεθησαυρισμένον οἷάπερ μέλι, κατέχουσα τὸ λογικὸν χρῆμα, μᾶλλον δὲ τοιοῦτός ἐστι τῶν εἰς Χριστὸν πιστευόντων ἔκαστος· τὴν γὰρ τοῦ θείου Πνεύματος χάριν ἐναποκειμένην ἔχει τῇ τε ψυχῇ καὶ τῷ σώματι, καθάπερ μέλι κηρίῳ. Ἐσθίει δὲ ἀπὸ τούτων ὁ Κύριος, ἐπειδήπερ οἰκεῖον ἡδέως βρῶμα ποιεῖται τὴν σωτηρίαν ἑκάστου τῶν μετεχόντων τῆς φύσεως· οὐ τὸ πᾶν δέ, ἀλλ´ ἀπὸ μελισσείου κηρίου, τουτέστι μέρος ἐσθίει, ἐπεὶ μὴ πάντες ἐπίστευσαν. Οὐκ αὐτὸς δὲ δι´ ἑαυτοῦ τὸ μέρος τοῦτο λαμβάνει, ἀλλ´ ὑπὸ τῶν μαθητῶν αὐτῷ τοῦτο δίδοται· καὶ γὰρ οἱ μαθηταὶ τοὺς πιστεύσαντας αὐτῷ προσάγουσι μόνους τῶν ἀπίστων χωρίσαντες. Οὕτω δὴ καὶ διὰ ταῦτα φαγὼν τοῦ τε ἰχθύος καὶ τοῦ μελισσείου κηρίου ἐνώπιον τῶν οἰκείων μαθητῶν ὁ Κύριος, ἀνέμνησε τούτους καὶ τῶν ἑαυτοῦ λόγων, οὓς αὐτοῖς προεῖπεν ἐπὶ τὸ πάθος ἐρχόμενος, ἀληθινὸν ἑαυτὸν κἀντεῦθεν παραστήσας· ὡς γὰρί προεῖπεν, οὑτω καὶ ἐξέβησαν· καὶ διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφὰς, καὶ γινώσκειν ὅτι οὕτως γέγραπται, καὶ οὕτως γέγονε, καὶ οὕτως ἔδει δι´ ἀνείκαστον φιλανθρωπίας πέλαγος, ὑπὲρ ἀνθρώπων ἄνθρωπον γενέσθαι τὸν τοῦ Θεοῦ μονογενῆ Υἱὸν, φανερωθῆναί τε καὶ μαρτυρηθῆναι ἄνωθεν Πατρικῇ φωνῇ, καὶ θείου Πνεύματος ἐπιφανείᾳ· πιστωθῆναί τε καὶ θαυμαστωθῆναι δι´ ἔργων καὶ λόγων ἐξαισίων· φθονηθῆναί τε καὶ παραδοθῆναι παρὰ τῶν μὴ ζητούντων τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ τὴν τῶν ἀνθρώπων· σταυρωθῆναί τε καὶ ταφῆναι, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἀμαρτιῶν, ἀπὸ Ἰερουσαλὴμ ἀρξαμένου τοῦ κηρύγματος· κήρυκάς τε καὶ μάρτυρας εἶναι τούτων αὐτοὺς τοὺς αὐτόπτας καὶ ὑπηρέτας γεγενημένους αὐτοῦ· οἷς καὶ πέμψειν ἄνωθεν ἐπαγγειλάμενος τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, δηλαδὴ τὸ Πνεῦμα τὸ ἅγιον, προσέταξε καθῆσθαι ἐν Ἱερουσαλὴμ, ἕως οὗ ἐνδύσωνται δύναμιν ἐξ ὕψους. ΙΚ Διαλεγόμενος οὖν οὕτως τοῖς οἰκείοις μαθηταῖς ὁ Κύριος τὰ σωτήρια, ἐξήγαγεν αὐτοὺς ἐκ τῆς οἰκίας, καὶ προήγαγεν αὐτοὺς ἔως τῆς Βηθανίας, καὶ εὐλογήσας αὐτοὺς διέστη ἀπ´ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανὸν, καὶ ὡς ὀχήματι νεφέλῃ φωτὸς χρησάμενος ἀνῆλθεν ἐν δόξῃ. καὶ εἰσῆλθεν εἰς τὰ ἀχειροποίητα Ἄγια τῶν ἁγίων, καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν οὐρανοῖς, ὁμόθρονον ὡς ὁμόθεον ποιήσας τὸ ἡμέτερον φύραμα. Ὡς δὲ οἱ ἀπόστολοι οὐκ ἀνίεσαν εἰς τὸν οὐρανὸν ἀτενίζοντες, ἀγγέλων ἐπιστασίᾳ μανθάνουσιν, ὡς οὗτος ἐλεύσεται πάλιν ἐξ οὐρανοῦ πάντων ὁρώντων. Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος προεῖπε, καὶ ὁ Δανιὴλ πρότειρον ἑώρακεν. «Εἶδον γὰρ, φησίν, ὡς Υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ·» ὁ δὲ Κύριος, «Ὅψονται, φησί, πᾶσαι αἱ φυλαὶ τῆς γῆς τὸν Υιὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» Τότε οἱ μαθηταὶ προσκυνήταντες ἐκ τοῦ Ἐλαιῶνος δθεν καὶ ἀνελήφθη τὸν","prev":{"citation":"Homiliae 145.19-25","label":"145.19 to 145.25","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/145.19","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/145.19"},"next":{"citation":"Homiliae 147","label":"147","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/147","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/147"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}