{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 148","citation":"Gregorius Palamas, Homiliae 148","ref":"148","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/148","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/148","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/148.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":400,"text":"ἀναγνώσει καὶ τῇ διδασκαλίᾳ, καὶ προσέχειν μετὰ κατανύξεως τῇ δεήσει καὶ ταῖς προσευχαῖς, καὶ τοῖς ὕμνοις τοῖς πρὸς τὸν Θεόν· ἀναπληρόσετε γὰρ οὖτω καὶ ὑμεῖς τὸ Σάββατον κατὰ τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ χάριτος πολιτευόμενοι, καὶ πρὸς τὸν ὑπὲρ τὰς οὐρανίας ἁψῖδας ἱδρυμένον σὺν Πατρὶ καὶ Πνεύματι τὸ ὅμμα τῆς διανοίας ἀνατείναντες Χριστὸν, ὃς υἱοὺς ἐποίησεν ἡμᾶς Θεοῦ οὐκ εἰσποιητοὺς ὀνόματι ψιλῷ, ἀλλ´ ἐν κοινωνίᾳ θείου Πνεύματος, σαρκί τε καὶ αἴματι τῷ ἑαυτοῦ, Θεῷ καὶ ἀλλήλοις προσῳκειωμένους. Φυλάττωμεν οὕν δι´ ἀγάπην ἀδιάλυτον τὴν πρὸς ἀλλήλους ταύτην ἑνότητα· βλέπωμεν ἀεὶ πρὸς τὸν ἄνω γεννήτορα· οὐ γὰρ ἔτι ἐκ τῆς γῆς ἐσμεν χοϊκοί, ὡς ὁ πρῶτος ἄνθρωπος, ἀλλ´ ὡς ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος ἐξούρανοῦ· οἷος ὁ χοῖκὸ, τοιοῦτοι καὶ οἰ χοϊκοί, οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Ὡς οὖν ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοῖκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου· καὶ τὴν καρδίαν ἄνω πρὸς αὐτὸν ἔχοντες, θεώμεθα τὸ μέγα θέαμα τοῦτο, τὴν ἡμετέραν φύσιν, ἁβλῳ συνδιαιωνίζουσαν θεότητος πυρί· καὶ τὴν πρὸς τοὺς δερματίνους χιτῶνας ἀποθέμενοι σχέσιν, οὓς ἐκ παραβάσεως ἐνδεδύμεθα, στῶμεν ἐν γῇ ἁγίᾳ, τὴν καθ´ ἑαυτὸν ἕκαστος γῆν ἁγίαν δι´ ἀρετῆς καὶ τῆς ἀκλινοῦς πρὸς Θεὸν νεύσεως ἀποδείξαντες, ὡς ἂν παῤῥησίαν σχῶμεν, ἐπιδημοῦντος ἐν πυρὶ τοῦ Θεοῦ, καὶ οωτισθῶυεν προσδραμόντες, καὶ συνδιαιωνίσωμεν φωτιζόμενοι, εἰς δόξαν αὐτοῦ τοῦ ἀνωτάτου τωτὸς, τῆς τρισηλίου καὶ μοναρχικωτάτης φαιδρότητος· ᾖ πᾶσα δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΚΒʹ. καὶ ἀρετῶν. Βλέπετε τὴν κοινὴν ἡμῖν ἑορτὴν καὶ εὐφροσύνην ταύτην, ἢν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῇ ἀναστάσει καὶ ἀναλήψει αὐτοῦ τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐχαρίσατο· Διὰ θλίψεως ἀνέβλυσε. Ἐλέπετε τὴν ζωὴν, μᾶλλον δὲ τὴν ἀθανασίαν ταύτην; Διὰ θανάτου ἡμῖν ἐπέφανε. Βλέπετε τὸ οὐράνιον ὕψος, εἰς ὃ ὑπερυψωθεὶς ἀνῆλθεν ὁ Χριστὸς, καὶ τὴν ὑπερδεδοξασμένην ἣν κατὰ σάρκα δεδόξασται δόξαν; Διὰ ταπεινώσεως καὶ ἀδοξίας αὐτῆς ἐπέτυχε Καθάπερ καὶ ὁ Ἀπόστολος περὶ αὐτοῦ φησιν· «Ὅτι ἐταπείνωσεν ἦ θῖς ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῶ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ κατακθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατοός» ΕΙ τοίνυν ὁ Θεὸς τὸν Χριστὸν αὐτοῦ, ὅτι ἐσαπεικν βη, ὅτι ἠτιμάσθη, ὅτι ἐπειράσθη, ὅτι σταυρὸν καὶ θάνατον ἐπονείδιστον ὑπὲρ ἡμῶν ὑπέμεινε, διὰ τοῦτο ὑπερύψωσε, πῶς ἡμᾶς σώσει καὶ δοξάσει καὶ ἀνυψώσει μὴ τὴν ταπείνωσιν ἐλομένους; μὴ τὴν εἰς ΗΟΜΙΕΗΙΑ ΧΚΙΙ.","prev":{"citation":"Homiliae 147","label":"147","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/147","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/147"},"next":{"citation":"Homiliae 149","label":"149","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/149","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/149"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}