{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 149","citation":"Gregorius Palamas, Homiliae 149","ref":"149","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/149","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/149","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/149.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":421,"text":"τοὺς ὁμοφύλους ἀγάπην ἐνδεικνυμένους· μὴ τὰς ἑαυτῶν ψυχὰς διὰ τῆς τῶν πειρασμῶν ὑπομονῆς κτησαμένους; μὴ διὰ τῆς εἰς ζωὴν αἰώνιον ἀπαγούσης στενῆς πύλης καὶ ὁδοῦ τῷ πρὸς αὐτὴν ποδηγήσαντι σωτηρίως ἑπομένους; Εἰς τοῦτο γὰρ ἐκλήθημεν, φησὶν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος· «Ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσωμεν τοῖς ἵχνεσιν αὐτοῦ.» Ἀλλὰ τίνος ἕνεκα διὰ τῶν τοιούτων παθημάτων καὶ ὁ τοῦ Θεοῦ ὥδευσε Χριστὸς, καὶ ὁ Θεὸς αὐτὸν διὰ τοῦτο ὑπερύψωσε, καὶ ἡμᾶς πρὸς τὴν κοινωνίαν καλεῖ τῶν παθημάτων τοῦ Υἱοῦ αὐτοῦ; Αὐτὸς ῥ Θεὸς μόνος, ὁ αὐτός ἐστιν ἀεὶ πρὸ τῶν αἰώνων καὶ εἰς αἰῶνας καὶ ἕτι, ἀναλλοίωτος διαμένων· οὐκ ἀρχόμενος, οὐ παυόμενος, οὐ γινόμενος, οὐ φθειρόμενος, οὐκ αὐξόμενος, οὐ μειούμενος, οὐδενὶ τρόπῳ ἢ όπῳ μεταβαλλόμενος· ἄναρχος, ἄκτιστος, ἄτρεπτος, ἀσύγχυτος, ἀπεριόριστος· αὐτὸς πάντα τρέπων ἐπὶ τὸ κρεῖττον, ὡς βούλεται, αὐτὸς παραχωρῶν ἐπὶ τὸ χεῖρον τρέπεσθαι τὰ τοῦτο πάσχοντα· πᾶν δὲ τὸ ἔχον ἀρχὴν καὶ τροπὴν ὑφίσταται· τροπὴ γάρ τις ἡ ἀρχή ἐστι. Τρεπτῆς οὖν οὔσης πάσης τῆς κτίσεως, ὅση ὁρατὴ καὶ ὅση ἀόρατος, ὅση αἰσθητὴ καὶ ὅση ἀναίσθητος, ὅση λογικὴ καὶ ὅση ἄλογος, ἡ λογικὴ μόνη φύσις τὸ αὐτεξούσιον ἔχουσα, ἐθελούσιον ἔχει τὴν ἐπὶ τὸ χεῖρον ἢ τὸ κρεῖττον τροπὴν οἴκοθεν καὶ παρ´ ἑαυτῆς, ἢ τῆς τοῦ Θεοῦ βουλήσεως ἀντεχομένη, παρ´ ἧς ἡ πρὸς τὸ κρεῖττον ἐς τὸ διηνεκὲς ταύτῃ γίνεται προκοπὴ καὶ τροπὴ καὶ πρόοδος, ἢ τῇ βουλήσει τοῦ Θεοῦ ἀντικειμένη, καὶ τῇ παραχωρήσει τούτου δικαίως ὑποπίπτουσα, καὶ ἐπὶ τὸ χεῖρον ἀθλίως ἐκπίπτουσα. Δύο τοίνυν οὐσιῶν λογικῶν κτισθεισῶν ὑπὸ Θεοῦ, πρότερον μὲν τῶν ἀθλων ἀγγέλων, ὕστερον δὲ τῶν ἐνύλων ἀνθρώπων, οὐδεμία τούτων διεφύλαξε τὴν πρὸς τὸν Κτίστην καὶ φύσει Δεσπότην ὑπακοὴν, ἀλλ´ αὐτὴ ἡ τῶν ἀθλων ἀγγέλων οὐράνιος ταξιαρχία, ἡ καὶ προτέρα κτισθεῖσα, προτέρα καὶ τὴν ἐκ Θεοῦ ἀποστασίαν ἐνόσησεν. Ὅσον οὖν τῶν ἀγγέλων ὑψηλότερον τῆς νόσου ταύτης διέμεινε, φῶς εἰσι, καὶ φωτὸς ἀεὶ πληροῦνται, καὶ ἀεὶ ἑαυτῶν γίνονται φωτοειδέστεροι, μακαρίως τῇ ἐμφύτῳ χρώμενοι τροπῇ, καὶ χορεύοντες ἐν χαρᾷ περὶ τὸ πρῶτον φῶς, πρὸς αὐτὸ βλέποντες ἀεὶ, κἀκεῖθεν ἀμέσως φωτιζόμενοι, καὶ τὴν τοῦ φωτὸς πηγὴν ἄπαυοτα ὑμνοῦντες, καὶ πρὸς τοὺς ὑποβεβηκότας τῶν φωτιζομένων τὴν φωτοποιὸν χάριν διαπέμποντες, ὡς διάκονοι φωτός. Ὁ δὲ ἀφηνιάσας καὶ ἀθετήσας τὴν πρὸς τὸν Θεὸν ὑποταγὴν Σατὰν, τοῦ φωτὸς ἀποπεσὼν περιέπεσε τῷ σκότει, καὶ ὑπὸ ζόφον αἰώνιον κατεδικάσθη, καὶ σκότους σκεῦος, καὶ σκότους δημιουργὸς, καὶ σκότους ἐγένετο πρόξενος καὶ διάκονος, πρῶτον μὲν ἐαυτῷ καὶ τοῖς συναποστατήσασιν ἀγγέλοις, ἔπειτα δὲ, ὢ τῆς συμφορᾶς! καὶ ἡμῖν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, ἀπιστήσασι Θεῷ, καὶ πιστεύσασιν αὐτῶ, Ἀλλ´ οἱ μὲν τῆς πονηρίας ΧΑ πάντες ἄγγελοι οἷον αὐτοσκότος ὄντες, ὡς μὴ κατὰ μετοχὴν τοῦτο γεγονότες,","prev":{"citation":"Homiliae 148","label":"148","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/148","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/148"},"next":{"citation":"Homiliae 150.1-12","label":"150.1 to 150.12","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/150.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/150.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}