{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 154","citation":"Gregorius Palamas, Homiliae 154","ref":"154","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/154","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/154","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/154.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":431,"text":"ΟΜΙΛΙΑ ΚΓʹ. Εἰς τὸ δέκετον ἑωθινὸν εὐαγνέ λιον ἐν ᾗ κάὶ περὶ τοῦ κατ´ αἴσθησίν τε κάὶ νοῦν πρὸς τὸν ἀντικείμενον ἡμῖν πόλεχιον. Τὰ ἑωθινὰ τῶν θείων Εὐαγγελίων οὐ πόντα εἰσὶν ἑωθινὰ· ἑωθινὰ λέγεται τὰ κατὰ τὴν ἕω, τοῦτέστι, τὸν τῆς ἡμέρας ὄρθρον τετελεσμένα. Ἡ δὲ μετὰ τὴν ἀνάστασιν πρὸς τοὺς ἱεροὺς ἀποστόλους εἰς παράστασιν ταύτης ἐπιφάνεια τοῦ Κυρίου κάὶ Θεοῦ κάὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡν τὰ ἑωθινὰ καταγγέλλει, οὐ κατὰ τὸν της ἡμέρας ὄρθρον ἐτελέσθη μόνον, ἀλλὰ κάὶ μέσης ἡμέρας κάὶ πρὸς ἑσπέραν κάὶ ἐπ´ αὐτῆς τῆς ἑσπέρας· ἡνίκα γὰρ τῷ Λουκᾷ κάὶ τῷ Κλεόπᾳ πορευομένοις εἰς Ἐμμαοῦς ἐγγίσας συνεπορεύετο, πρωΐα οὐκ ἦν. Ὡς δὲ ἤγγισαν εἰς ἤν ἐπορεύοντο κώμην, «Καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι, παρεβιάσαντο, φησὶν. ἐκεῖνοι, λέγοντες· Μεῖνον μεθ´ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ, κάὶ κέκλικαν ἡ ἡμέρα ν Ὡς δὲ κάὶ μετὰ τὴν ὑπ´ αὐτοῦ κλάσιν κάὶ διάδοσιν τοῦ ἦῷΧ ἄρτου γνωρισθεὶς αὐτοῖς, αὐτὸς ἄφαντος ἐγένετο ἀπ´ αὐτῶν, αὐτοὶ δὲ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ, κάὶ τοῖς ἄλλοις τῶν μαθητῶν ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ· ταῦτα αὐτῶν λαλούντων, κάὶ αὐτὸς ὁ Ἰησοῦς ἕστη ἐν μέσῳ αὐτῶν, ἐλθούσης πάντως ἡμέρας μετὰ τὴν ἑσπέραν ἐκείνην. Ἄλλοτε δὲ πάλιν τῷ Πέτρῳ μετὰ τὸ ἄριστον ὡμίλει, κάὶ τῶν λογικῶν αὐτοῦ προβάτων ἡμῶν ποιμένα καθίστησιν· Ὅτε γὰρ, φησὶν, ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ· «Σίμων Ἰωνᾶ, φιλεῖς με;» τοῦ δὲ συνθεμένου, «Βόσκε, φησί, τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου.» Πῶς οὖν κάὶ ταῦτα ἑωθινά τέ εἰσι κάὶ οὕτω καλοῦνται μὴ κατὰ τὴν ἕω τελεσθέντα·· Ὁ τῆς δικαιοσύνης ἤλιος Χρισσὸς ἄναρχος ὑπάρχων κάὶ προαιώνιος, ἄτρεπτός τε κάὶ ἀναλλοίωτος, ὡς μὴ ἔχων παραλλαγὴν ἢ τροπῆς ἐποσκίασμα, κάὶ ἀτελεύτητος ὑπάρχει κάὶ ἄδυτος· φῶς ἀπαστράπτων ἀληθινόν τε κάὶ ὑπερκόσμιον, κάὶ ἡμέρας ἀνεσπέρου ποιητικὸν, ἐν ἧ εἰσι σὺν τοῖς ἀγαθοῖς ἀγγέλοις κάὶ τῶν δικαίων τὰ πνεύματα. Μετὰ δὲ τὴν συντέλειαν τοῦ αἰῶνος τούτου κάὶ μετὰ τῶν οἰκείων σωμάτων σἱ δίκαιοι ἔσονται ὡς τοῦ φωτὸς κληρονόμοι, κάὶ υἱοὶ τῆς ὄντως ἡμέρας ὄντες. Αὖτη τοιγαροῦν ἡ ἡμέρα ἀνέσπερός τε οὖσα κάὶ ἀδιάκοπος, οὐδ´ ὄρθρον ἔχει, ἢ ἔσχε· κάὶ γὰρ οὐδ´ ἀρχήν. Ἡμᾶς δὲ κατέσχε νὺξ, κάὶ σκιὰ περιέσχε θανάτου, τῆ ἁλαρτίᾳ περιπεσόντας, κάὶ τὴν ὀπτικὴν δύναμιν ἀποβαλόντας, ἡτις ἐκ Θεοῦ κατὰ χάριν ἡμῖν ὑπῆρχε, δι´ ἧς τοῦ χορηνοῦ τῆς ἀληθιῆς ζωῆς ἀντελαμβανόμεθα φωτός. Νὺξ οὖν ἡμῶν κάὶ ὁ θάνατος ἐπεχύθη τῇ φύσει, οὐ τοῦ ἀληθινοῦ φωτὸς τραπέντος, ἀλλ´ ἡμῶν ἐκτραπέντων, κάὶ ἀνάνευσιν οὐκέτ´ ἐχόντων παρ´ ἡμῶν αὐτῶν πρὸς τὸ ζωηφόρον ἐκεῖνο φῶς· ἀλλ´ ἐλεήσας ἡμᾶς ἐπ´ ἐσχάτων αἰώνων ὁ τοῦ ἀιδίου φωτὸς χορηγὸς κάὶ τῆς ἀληθινῆς ζωῆς αἴτιος, οὐ μόνον μέχρις ἡμῶν ὑπὲρ ἡμῶν κατῆλθε, κὸθ´ ἡμᾶς γενόμενος ἄνθρωπος, ἀλλὰ κάὶ σταυρὸν ΥαπΚ.. ΔΙΙ ΠΟΜΙΙΙΑ ΧΧΙΙ.","prev":{"citation":"Homiliae 153","label":"153","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/153","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/153"},"next":{"citation":"Homiliae 155.1-17","label":"155.1 to 155.17","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/155.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/155.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}