{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 16","citation":"Gregorius Palamas, Homiliae 16","ref":"16","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/16","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/16","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/16.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":418,"text":"καὶ θανάτου θραῦσιν, καὶ ζωῆς ἀθανάτου περιουαίαν, τὸ ἀναίμακτον καὶ μέγα καὶ ὄντως εὐπρόσδεκτον τῷ Θεῷ ἀναφέρεται θῦμα. Διὰ ταῦτα τοίνυν οὐκ εἶπεν, Ἄνθρωποι δύο προσῆλθον τῷ ἰερῷ, ἀλλ´ ἀνέβησαν εἰς τὸ ἱερόν. Εἰσὶ δὲ καὶ νῦν οἰ, πρὸς τὴν ἱερὰν Ἐκκλησίαν ἑρχόμενοι, οὐκ αὐτοὶ ἀναβαίνουσιν, ἀλλὰ κατασπῶσι μᾶλλον τὴν τὸν οὐρανὸν εἰκονίζουσαν Ἐκκλησίαν, οἵτινές εἰσιν οἱ συντυχίας χάριν καὶ ὁμιλίας τῆς πρὸς ἀλλήλους παραγινόμενοι, καὶ οἱ τὰ ὥνια προτιθέντες καὶ ἀγοράζοντες· ἐοίκασι γὰρ ἀλλήλοις· οἱ μὲν γὰρ ὠνὴν, οἱ δὲ λόγους διδόντες ὰντλαμβάνουσι τὰ κατάλληλα. Οὓς, ὥσπερ τοῦ δεροῦ ἐκείνου παντελῶς ὁ Κύριος ἔξωσέ ποτε, πρὸς μύτοὺς εἰπών· «Ὁ οἶκός μου οἶκος προσευχῆς κληήσεται, ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν·» οὗτω καὶ τῶν οἰκείων τούτων λόγων ἐξέβαλεν, ὡς μὴ ἀναβαίνοντας εἰς τὸ ἰερὸν ὄλως, κἂν ἐκάστης ἡμέρας ἔρχωνται. Ὁ δὲ Φαρισαῖος καὶ ὁ Τελώνης ἀνέβησαν εἰς τὸ ἱερόν· ἀμφοτέροις γὰρ εἷς ἦν σκοπὸς τὸ προσεύξασθαι, εἰ καὶ ὁ Φαρισαῖος κατὰ τὴν ἄνοδον κατήνεγκεν ἐαυτὸν, ὑπὸ τοῦ τρόπου περιτραπείς· σκοπὸς μὲν γὰρ αὐτοῖς τῆς ἀναβάσεως ὁ αὐτός· προσεύξασθαι γὰρ ἀνέβησαν, ὃ δὲ τρόπος ἀντίθετος· ὁ μὲν γὰρ συντετριμμένος καὶ τεταπεινωμένος ἀνήρχετο, παρὰ τοῦ ψαλμωποῦ Προφήτου μαθὼν, ὅτι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει· ἐπεὶ καὶ αὐτὸς περὶ αὐτοῦ φησιν ὁ ΠΙροφήτης, πάντως διὰ πείρας εἰδώς; «Ἐταπεινώθην, καὶ ἔσωσέ με ὁ Κύριος. «Καὶ τί λέγω τὸν Προφήτην; ὁ γὰρ τῶν προφητῶν Θεὸς καθ´ ἡμᾶς δι´ ἡμᾶς γενόμενος ἐταπείνωσεν ἑαυτὸν, καθά φησιν ὁ Ἃπόστολος· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν. Ὁ δὲ φαρισαῖος μέγα φυσῶν καὶ ἀλαζονευόμενος ἄνεισιν, ὡς καὶ δικαιώσαν ἐαυτόν· καὶ ταῦτα ἐνώπιον τοῦ Θεοῦ, παρ´ ᾧ πᾶσα δικαιοσύνη ἡμῶν ὡς ῥάκος ἀποκαθημένης· ρὐ γὰρ ἤκουσε τοῦ λέγοντος· «Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος·» καὶί· «Κύριος ὑπερηφάνοις ἀντιτάσσεται·» καί· «Οὐαὶ οἱ δικαιοῦνοες εαυτοὺς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες.» Οὸ μόνον δὲ τὸ ἦθος καὶ ὁ τρόπος αὐτοὺς διεῶε δαάφορος ὢν, ἀλλὰ καὶ τὸ τῆς προσευγῆς εἶδος· διπλοῦν γὰρ καὶ τοῦτο· προσευχὴ γάρ ἐστιν οὐ δεήσεως μόνον, ἀλλὰ καὶ εὐχαριστίας πρόβλημα· καὶ ῥ μὲν τῶν προσευξομένων ἄνεισι πρὸς τὸν τοῦ Θεοῦ ναὸν, ὅοξάσων καὶ εὐχαριστήσων τῷ Θεῷ, ὑπὲρ ὧν ἔλαβε παρ´ αὐτοῦ ὁ δὲ αἰτήσων ἅπερ οὕπω ἔλαβεν, ὧν καὶ μάλιστα τῆς ἑκάστης ὥρας καθ´ ἡμᾶς ἁμαρτάνουσιν ἔτι καὶ ἡ τῶν ἁμαρτημάτων ἄφεσις· ἡ γὰρ ὧπόσχεσις τῶν παρ´ ἡμῶν τῷ Θεῷ κατ´ εὐσέβειαν ᾦ προσφερομένων οὐ προσευχὴν, ἀλλ´ εὐχὴν ἔχει τὴν ἐπωνυμίαν· καὶ τοῦτ´ ἐδήλωσεν ὁ εἰπών· «Εὔξασθα, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν·» καὶ ὁ λέγων, «Κρεῖσσον μὴ εὔξασθαι ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.» Ἀλλὰ τὸ διπλοῦν ἐκεῖνο τῆς προσευχῆς εἶδος διπλῆν ἔχει καὶ τὴν ἀχρείωσιν τοῖς μὴ","prev":{"citation":"Homiliae 15","label":"15","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/15","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/15"},"next":{"citation":"Homiliae 17","label":"17","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/17","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/17"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}