{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 162","citation":"Gregorius Palamas, Homiliae 162","ref":"162","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/162","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/162","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/162.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":422,"text":"τοῖς αὐτῷ ποιθαρχοῦσιν θεουργὰ καὶ σωτήρια. Εἶτα καὶ παθὼν ἐθελουσίως ὑπὲρ τῆς ἡμῶν σωτηρίας, καὶ ταφεὶς καὶ ἀναστὰς τριήμερος, ἀνελήφθη εἰς τοὺς οὐρανοὺς, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Πατρὸς, καὶ συνήργησεν ἐκεῖθεν τῇ πρὸς τοὺς οἰκείους μαθητὰς καθόδῳ τοῦ θείου Πνεύματος, συναποστείλας μετὰ τοῦ Πατρὸς, καθάπερ καὶ συνεπηγγείλατο τὴν ἐξ ὕψους δύναμιν· αὐτὸς δὲ καθήμενος ἐν ὑψηλοῖς ἐκεῖ, ὥσπερ βοᾷ πρὸς ἡμᾶς ἐκεῖθεν, Εἰ τις ἐθέλει. παραστῆναι τῆ δόξῃ ταύτῃ, καὶ μέτοχος γενέσθαι τῆς τῶν οὐρανῶν βασιλείας, καὶ υἱὸς κληθῆναι Θεοῦ, καὶ ζωήν εὐρεῖν ἀθάνατον, καὶ δόξαν ἄῤῥητον, καὶ τρυφὴν ἀκήρατον, καὶ πλοῦτον ἀδαπάνητον ἀκουέτω. τῶν ἐμῶν προσταγμάτων, καὶ μιμείσθω πρὸς δύναμιν τὴν ἐμὴν πολιτείαν, καὶ πολιτευέσθω καθόπερ ἐπὶ τῆς γῆς ἐγὼ διὰ σαρκὸς ἐλθὼν, καὶ ἐποίησα καὶ ἐδίδαξα, σωτηρίους θεὶς νόμους, καὶ ὑπόδειγμα προθεὶς ἐμαυτόν· τὴν γὰρ εὐαγγελικὴν διδασκαλίαν ἐπιστώσατο μὲν ὁ Σωτὴρ δι´ οἰκείοων ἔργων τε καὶ θαυμάτων, ἐτελείωσε δὲ διὰ τῶν αὐτοῦ παθημάτων· παρέστησε δὲ αὐτῆς τὸ μεγαλωφελὲς καὶ σωτήριον διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, διὰ τῆς εἰς οὐρανοὺς ἀ αλήψεως, διὰ τῆς ἐκ τῶν οὐρανῶν πρὸς τοὺς οἰκείους μαθητὰς νῦν τελεσθείσης τοῦ θείου Πνεύματος ἐπελεύσεως ἣν ἑορτάζομεν σήμε. ρον. Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν κατ´ αὐτὴν φανέρωσιν πρὸς τοὺς μαθητὰς εἶπεν ἀναλαμβανόμενος· «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ´ ὑμᾶς, ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἰερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους· λήψεσθε γὰρ δύναμιν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ´ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἰερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ ἕως ἐσχάτου τὴς γης.» Συμπληρουμένης δὲ μετὰ τὴν ἀνάστασιν πεντηκοστῆς ἡμέρας, ἧς νῦν ἐφέστηκεν ἡ μνήμη, τῶν μαθητῶν ἁπάντων συνηγμένων ἐπὶ τὸ αὐτὸ, καὶ ὁμοθυμαδὸν ὄντων ἐν τῶ ὧπερῴῳ τοῦ ἱεροῦ ἐκείνου, ἀλλὰ καὶ ἐν τῷ καὔ´ αὐτῶν ὑπερῴῳ, τῳ οἱκείῳ νῷ τούτων ἕκαστοι συν ηγμένου· ἠσαν γὰρ σχολάζοντες καὶ προσέχοντες τῇ δεήσει καὶ τοῖς ὕμνοις τοῖς πρὸς τὸν Θεόν· «Ἑγένετο, φησὶν ὁ εὐαγγελιστὴς Λουκᾶς, ἄονω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον οὗ ἦσαν καθήμενοι.» Οὗτός ἐστιν ὁ ἦχος, περὶ οὗ προεῖπεν Ἅννα ἡ προφῆτις, ὅτε τὴν περὶ τὸν Σαμουὴλ ἐπαγγελίαν ἐδέξατο, δτι «Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν Αὐτὸς δώσει ἰσχὺν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ.» Τοῦτον τὸν ἦχον καὶ ἡ τοῦ Ἡλιοῦ θεωρία προανεκήρυξεν· «Ἰδοὺ γὰρ, φησί, φωνὴ αὔρας λεπτῆς, καὶ ἐν αὐτῇ Κύριος·» ἡ γὰρ φωνὴ τῆς αὔρας ἦχός ἐστι πνοῆς. Τούτου τοῦ ἤχου καὶ τῆς πνοῆς εὕροις ἂν τὸ πρόγραμμα καὶ ἐν τῷ Εὐαγ· ελίῳ τοῦ Χριστοῦ. Τῇ γὰρ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς, ἦτις ἐστὶν ἡ Πεντηκοστὴ, εἰστήκει ὁ Ἰησοῦς κατὰ τὸν Θεολόγον καὶ Εὐαγγελιστὴν Ἰωάνπρός","prev":{"citation":"Homiliae 161","label":"161","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/161","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/161"},"next":{"citation":"Homiliae 163.1-14","label":"163.1 to 163.14","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/163.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/163.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}