{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 177","citation":"Gregorius Palamas, Homiliae 177","ref":"177","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/177","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/177","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/177.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":399,"text":"τε καὶ ἐπιτρίμματα, ταῦτα δὲ δαπάνας ἐπιζητοῦντα, κλέπτας, πλεονέκτας, ἀδίκους, ἅρπαγας ποιεῖ τοὺς ἁλόντας. Καὶ τί δεῖ λέγειν τὰ ἐντεῦθεν μίση, τὰς ἐντεῦθεν μάχας, τὸν μυρίον ἐσμὸν τῶν ἐν τῇ ψυχῇ τῆς ἀτιμίας παθῶν καὶ λογισμῶν; Οἱ´ τοίνυν μὴ φυλάξαντες ἑαυτοὺς ἐκ τούτων, ἢ μὴ ἐξιλεωσάμενοι τὸν Θεὸν δι´ ἐξομολογήσεως καὶ μετανοία ἀναστήσονται μὲν, ἀλλὰ θανάτου δεινοτέραν ὑποστήσονται ζωὴν, ὀδύνῃ ῃ καὶ θλίψει καὶ στενοχωρίᾳ, καὶ αἰσχύνῃ παραδοθέντες αἰωνίῳ, σκώληξιν ἀκοιμήτοις συνδιαιτώμενοι, καὶ σκοτεινῷ καὶ ἀσβέστῳ συγκαιόμενοι πυρὶ, ὡς καὶ ὁ προφήτης Ἡσαΐας φησὶν, ὅτι· « Ἐκκαυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.» Διὸ καὶ ὁ Ἀπόστολος πρὸς Ἐφεσίους, «Τοῦτο, φησὶν, ἔστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ΠΚΩ ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ·» καὶ προσασφαλισάμενος ἔτι, καὶ τοὺς ἄλλως διδάσκοντας ἐπιστομίζων ἐπάγει· «Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.» Καθάπερ καὶ Κορινθίοις ἐπιστέλλων πάλιν ὁ αὐτός φησι· «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε. εἰδωλολάτραι, οὕτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκτατ, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.» ΟΙ δὲ πιστεύοντες ὁρθῶς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τὴν πίστιν δι´ ἔργων ἐπιδεικνύμενοι, καὶ φυλάττοντες ἑαυτοὺς, ἢ καὶ δι´ ἐξομαλογήσεως καὶ μετανοίας καθαίροντες ἀπὸ τῶν μολυσμῶν τῶν προειρημένων ἁμαρτιῶν, καὶ τὰς ἀντιθέτους τῶν κακιῶν ἀρετὰς ἐργαζόμενοι, τὴν ἐγκράτειαν, τὴν σωφροσύνην, τὴν ἀγάπην, τὴν ἐλεημοσύνην, τὴν δικαιοσύνην, τὴν ἀλήθειαν, οὗτοι πάντες ἀναστάντες ἀκούσονται παρ´ αὐτοῦ τοῦ βασιλέως τῶν οὐρανῶν· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·» καὶ οὔτω συμβασιλεύσουσι τῷ Χριστῷ, βασιλείαν οὐράνιον καὶ ἀσάλευτον κληρονομήσαντες, καὶ ζῶντες τὸν ἀεὶ χρόνον ἐν φωτὶ ἀποῤῥήτῳ καὶ ἀνεσπέρῳ, καὶ μηδεμιᾷ ποτε νυκτὶ διακοπτομένῳ, καὶ συνδιαιτώμενοι τοῖς ἀπ´ αἰῶνος ἁγίοις ἐν ἀρρήτῳ τρυφῇ, ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός. Ἐπὶ μὲν γὰρ τῶν ἀψύχων ἀσταχύων εἶς ἐστιν ὁ θερισμὸς, ἐπὶ δὲ τῶν λογικῶν ἀσταχύων τοῦ γένους τῶν ἀνθρώπων λέγω, εἶς μὲν ἔστιν ὃν ἔφημεν, θερίζων ἀπὸ ἀπιστίας, καὶ συνάγων εἰς πίστιν τοὺς δεχομένους τοῦ Εὐαγγελίου τὸ κήρυγμα, καὶ τούτου τοῦ θερισμοῦ θερισταί εἰσιν οἱ τοῦ Κυρίου ἀπόστολοι, καὶ οἱ τούτων διάδοχοι, καὶ κατὰ καιροὺς οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, περὶ ὧν καὶ ἀνωτέρω εἰπεν ὁ Χριστὸς, ὅτι· «Ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον·» ἀμοιβὴν γὰρ τοιαύτην λήψονται παρὰ Θεοῦ","prev":{"citation":"Homiliae 176","label":"176","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/176","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/176"},"next":{"citation":"Homiliae 178","label":"178","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/178","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/178"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}