{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 178","citation":"Gregorius Palamas, Homiliae 178","ref":"178","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/178","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/178","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/178.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":441,"text":"καὶ οἱ τῆς εὐσεβείας διδάσκαλοι, ὡς πρὸς ζωὴν αἱώνιον τοὺς πειθομένους συνάγοντες. Ἕτερος δέ ἐστι θερισμὸς ἡ ἀπὸ τὸν ἐνταῦθα πρὸς τὸν μέλλοντα βίον ἡμῶν ἑκάστου διὰ θανάτου μετάθεσις· ὃς καὶ θεριστὰς οὐ τοὺς ἀποστόλους, ἀλλὰ τοὺς ἀγγέλους ἔχει, ἔχοντάς τι καὶ τῶν ἀποστόλων πλέον, ὅτι καὶ μετὰ τὸν θερισμὸν ἐκλέγονται, καὶ διαχωρίζουσιν, ὡς ἀπὸ σίτου τὰ ζιζάνια, τοὺς πονηροὺς ἀπὸ τῶν ἀγαθῶν· καὶ τοὺς μὲν ἀγαθοὺς ποοσέππολτια είς τὴν βασιλείαν τῶν οὐρανῶν, τοὺς δέ πονηροὺς ῥέπτουσιν εἰς τὴν γέενναν τοῦ πυρός. Ἀλλὰ καὶ τούτων ἡ παράστασις ἐκ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, διδόντος αὐτοῦ καιρὸν καὶ λόγον, ἄλλοτε δειχθήσεται. Γένοιτο δὲ ἡμᾶ, ὥσπερ νῦν ἐσμεν ἐκλεκτὸς Θεοῦ λαὸς, γένος ἱερὸν, Ἐκκλησία ζῶντος Θεοῦ νεχωρισμένη πάντων ἀσεβῶν τε καὶ δυσσεβῶν, οὕτω καὶ ἐπὶ τοῦ μέλλοντος αἰῶνος, τῶν μὲν ζιζανίων εὐρεθῆναι κεχωρισμένους τῇ δὲ μερίδι συνημμένους τῶν σωζομένων, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΗΤΜΙΛΙΑ Κπ. Εκρωνηθεῖσα καὶ αὕτη ἐν τῷ καιρῷ τοῦ θέρους· ἐν ᾗ καὶ περὶ τοῦ μέλλοντος ἡμῖν λογκοὺῦ θέρους. «Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν,» ὁ Κύριος ἐν Εὐαγγελίοις φησί. Τοῦτον καὶ ἡμεῖς ὑμῖν, ἀδελφοί καταγγέλλομεν τὸν λόγον. Μηδεὶς οὖν ἀκοαῖς εἰσδεχέσθω τοῦτον ὡς εἰς ἀέρα λυόμενον, ἀλλ´ ὡς μένοντα καὶ μέλλοντα τοῖς μὲν δι´ ἔργων πειθομένοις σωτηρίαν παρέξειν, τοῖς δὲ ἀθετοῦσι, καὶ τἀναντία διὰ τῶν ἔργων ἐπιδεικνυμένοις. ἀντικαταστήσεσθαι πρὸς ἔλεγχον ἐπὶ τοῦ μέλλοντος φρικωδεστάτου βήματος ἐκείνου. Καθάπερ οὐν ἡμῶν ἕκαστος οἰκίαν καὶ συγγένειαν ἔχει, καὶ ἀγρὸν, εἰ τύχοι, καὶ ἀμπελῶνα, ἔτι δὲ καὶ ζῶα, χρήματά τε καὶ κτήματα διάφορα, οὕτως ἡμᾶς ἀντὶ πάντων τούτων διὰ τὴν αὑτοῦ φιλανθρωπίαν ὁ Θεός ἡγεῖται· «Οἶκος γὰρ ἡμεῖς, φησὶν ὁ Ἀπόστολος, ἐσμὲν Θεοῦ, ἐάνπερ τὴν ὁμολογίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν·» διὰ μὲν τῆς ὁμολογίας τὴν εὐσέβειαν, διὰ δὲ τοῦ καυχήματος τῆς ἐλπίδος τὸν θεάρεστον ὑποδεικνύς βίον· ὡς καὶ ὁ Θεὸς εἶπε διὰ τοῦ Προφήτου· «Γίνεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι.» Καὶ Ἰωάννης ὁ ἠγαπημένος τῷ Χριστῷ δείκνυσι, λέγων· «Οὕπω ἐφανερώθη τί ἐσόμεθα, οἵδαμεν δὲ ὅτι ἐὰν φανερωθῆ, ὅμοιοι αὐτῷ ἐσόμεθα· καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτὸν, καθὼς ἐκεῖνος ἁγνός ἐστιν.» Ἐσμὲν οὖν καὶ διαμενοῦμεν οἶκος τοῦ εἰπόντος· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὺς,» ἐὰν μετὰ τῆς εὐσεβείας καὶ βίον ἔχωμεν καθαρόν. Ἐὰν δὲ πλημμελῶς καὶ ἀμετανοήτως ζῶμεν, ἀκούσομεν παρ´ αὐτοῦ· «Ἰδοὺ ἀφίεται ὁ οἶκος Κὑμῶν ἔρημος,» καὶ ἐγκαταλειφθησόμεθα, ἵν´ εἴπω ΟΜΙΙΙΑ ΧΧθii. αὶ ὡς ὀπωροφυλάκιον ἐν σικυράτῳ,» ὅταν τοῦ καιροῦ τῆς χρείας παρῳχηκότος, μηδὲν χρηστὸν ἐναποκείμενον ἔχωσιν. Ὅτι δὲ καὶ ὡς συγγενεῖς ἡμᾶς ἡγεῖται ὁ Κύριος, αὐτός ἐστιν ὁ λέγων· «Ὅς ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτος καὶ ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ μού ἐστιν.» Ὁρᾶτε","prev":{"citation":"Homiliae 177","label":"177","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/177","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/177"},"next":{"citation":"Homiliae 179","label":"179","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/179","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/179"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}