{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 179","citation":"Gregorius Palamas, Homiliae 179","ref":"179","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/179","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/179","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/179.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":449,"text":"τί τὸ προξενοῦν ἡμῖν τὴν ἀνωτάτω συγγένειαν;, ὁ θεοφιλὴς βίος, ἡ ἐν ἀρεταῖς ζωὴ, τὸ κατὰ τὰς θείας ἐντολὰς πολιτεύεσθαι· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ ἀνωτάτω Πατρός. Ὁ δὲ μὴ ποιῶν τὸ θέλημα τοῦ ἀνωτάτω καὶ οὐρανίου Πατρὸς τοσοῦτον ἀπέχει τῆς πρὸς αὐτὸν συγγενείας, ὡς καὶ πρὸς τὸν ἀντικείμενον ἔχειν τὴν τοῦ γένους ἀναφοράν· διὸ καὶ ὁ Κύριος τοῖς Ἰουδαίοις ἔλεγεν· «Τμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας αὐτοῦ θέλετε ποιεῖν.» Αὐτῶν δὲ λεγόντων εἶ ναι τέκνα τοῦ Ἀβραὰμ, πρὸς αὐτοὺς πάλιν ἔλεγεν· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Ἀμπελὼν δὲ Κυρίου Σαβαὼθ ὁ οἶκος Ἱσραήλ ἐστι, κατὰ τὸν Ἠσαΐαν, δηλονότι πάντες οἱ τῆς εὐσεβείας ἐπιγνώμονες. ΠΕΦ Ἀλλ´ ὁ ἀμπελὼν οὗτος τυγχάνει μὲν ἐπιμελείας καὶ τῆς παρὰ τοῦ Θεοῦ κηδεμονίας, ὅταν φέρη καρπὸν θεοφιλῆ· ἂν δὲ ἀκάνθας ἀντὶ σταφυλῆς ποιήσῃ, τουτέστι τὰ κέντρα τοῦ θανάτου, ἅπερ εἰσὶν αἱ ἁμαρτίαι, ἀφίεται ἀτημέλητος, καὶ εἰς καταπάτημα τοῖς ὄντως θηρίοις καὶ πονηροῖς δαίμοσι προτίθεται, καὶ πορὶ παραδίδοται εἰς καῦσιν· διὸ καὶ ὁ Κυριος πρὸς τοὺς οἰ. κείους μαθητὰς εἰπών· «Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ὁ Πατήρ μου ὁ γεωργός ἐστιν,» ἐπήγαγε· «Πᾶν κλῆμα ἐν ἐμοὶ καρπὸν ἐφέρον, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρη· τὸ δὲ μὴ καρπὸν φέρον ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται.» Ὅτι δὲ καὶ ὡς ποίμνιον οἰ κεῖον ἡμᾶς ἡγεῖται ὁ ποιήσας ἡμᾶς, πρὸς τὸν κορυφαῖον τοῦ κορυφαίου χοροῦ τῶν ἀποστόλων ἔλεγε· «Πέτρε,, φιλεῖς με; ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου·» πάντες γὰρ ἡμεῖς ὡς πρόβατα ἐπλανήθημεν, καὶ ἀπολώλαμεν ὡς δραχμὴ, διαπεσοῦσα τῆς δεσποτικῆς χειρός· ἀλλ´ ἦλθεν ὁ ποιμὴν ὁ καλὸς, ὁ φύσει δεσπότης, ἀνεζήτησεν, εὖρεν, ἔσωσεν, ἑαυτῷ συνῆψεν ἀῤῥήτως. Ἑπώμεθα οὖν, ἀδελφοί, τῷ καλῷ ποιμένι Χριστῷ, πρὸς νομὰς εἰσάγοντι καὶ μάνδρας ζωῆς αἰωνίου. Φυλάξωμεν διὰ τῶν ἀρετῶν τὴν πρὸς αὐτὸν εἰκόνα τε καὶ ὁμοίωσιν, ἵνα μὴ τῆς ζωηφόρου χειρὸς ἐκπέσωμεν. Καρποφορήσωμεν αὐτῷ δι´ ἔργων ἀγαθῶν, ἵνα ἀμπελὼν Κυρίου Σαβαὼθ ὧμεν, καὶ νεόφυτον ἠγαπημένον. Ποιῶμεν τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον, ἵνα πατέρα τοῦτον πλουτήσωμεν. Καθάρωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα οἷκος Θεοῦ χρηματίσωμεν· ὃς οὐ μόνον ὡς ἀμπελῶνα καὶ οἶκον, ἀλλὰ καὶ ὡς ἀγρὸν οἰκεῖον καὶ κατεσπαρμένην ἄρουραν ἔχων τὸ ἡμέτερον γένος, «Ὡμοιώθη, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ, σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· ἐν δὲ τῶ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρός αὐτοῦ καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν.» Οὐκ ἀκαίρως δὲ ταύτην ὁ λόγος ἥνεγκεν εἰς μέσον τὴν παραβολήν· ἔνι γὰρ δι´ αὐτῆς ἀποδοῦναι τὸ χρέος, καὶ πληρῶσαι τὴν ὑπόσχεσιν, ἢν ἐν τῇ πρὸ ταύτης ὁμιλίᾳ πρὸς τὴν ὑμετέραν ἀγάπην ἐποιησάμην. Διδάσκων γὰρ ὑμᾶς περὶ λογικοῦ τε καὶ πνευματικοῦ","prev":{"citation":"Homiliae 178","label":"178","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/178","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/178"},"next":{"citation":"Homiliae 180","label":"180","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/180","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/180"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}