{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 187","citation":"Gregorius Palamas, Homiliae 187","ref":"187","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/187","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/187","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/187.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":426,"text":"Συνορᾷν δὲ ἔστιν, ἀδελφοί, κἀντεῦθεν, ἐφόσον ποθεῖ τὴν ἡμετέραν σωτηρίαν ὁ Κύριος· ἐπὶ τοσοῦτον γὰρ, ὡς καὶ παρὰ τῶν ἀγαπώντων αὐτὸν μηδὲν ἄλλο ζητεῖν, ἢ τὸ ποδηγεῖν ἡμᾶς πρὸς νομὴν καὶ μάνδραν σωτήριον. Ποθήσωμεν οὖν καὶ ἡμεῖς τὴν ἡμῶν σωτηρίαν, καὶ τοῖς ἔργῳ καὶ λόγῳ πρὸς αὐτὴν ἐνάγουσιν ὑπακούσωμεν· ἐθελῆσαι γὰρ δεῖ μόνον ἡμῶν ἕκαστον ἅψασθαι τῆς πρὸς σωτηρίαν φερούσης, καὶ ὁ καθηγητής ἐφέστηκε παρὰ τοῦ κοινοῦ Σωτῆρος ἡτοιμασμένος, καὶ ὁ τῆς σωτηρίας χορηγὸς διὰ φιλανθρωπίας ὑπερβολὴν ἑτοιμότατος ὡς αὐτόκλητος, μᾶλλον δὲ αὐτοπαράκλητος ὥν. Τρὶς δὲ ἐρωτᾷ, ἵνα καὶ τρὶς ἀποκρινάμενος τὴν καλὴν ὁμολογίαν ὁμολογήσῃ· καὶ διὰ τοῦ τριττοῦ τῆς ὁμολογίας τὸ τριττὸν τῆς ἀρνήσεως ἐξιάσηται· καὶ τρὶς ἐφίστησι τοῦτον τοῖς οἰκείοις ἀρνίοις τε καὶ προβάτοις, ὑποτιθείς τῷ Πέτρῳ καὶ τὰς τρεῖς τάξεις τῶν σωζομένων, δουλείαν, μισθαρνίαν, υἱότητα· ἢ παρθενίαν, σώφρονα χηρείαν, καὶ γάμον τίμιον. Ἀλλ´ ὁ Πέτρος πάλιν καὶ πάλιν εἰ φιλεῖ τὸν Χριστὸν ἐρωτώμενος, ἐλυπήθη, φησίν, ἐκ τοῦ πολλάκις ἐρωτᾶσθαι, μὴ πιστεύεσθαι νομίσας. Εἰδὼς δὲ ἑαυτὸν ἀγαπῶντα, καὶ μηδὲ τοῦτο ἀγνοῶν ὅτι γινώσκεται παρὰ τοῦ ἐρωτῶντος μᾶλλον ἢ αὐτὸς παρ´ ἑαυτοῦ, πανταχόθεν οἷον συνεσφιγμένος, οὐχ ὁμολογεῖ φιλεῖν μόνον, ἀλλὰ καὶ τὸν παρ´ αὐτοῦ φιλούμενον αὐτὸν εἶναι κηρύττει τὸν ἐπὶ πάντων Θεὸν, λέγων· «Σὐ, Κύριε, πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε·» τὸ γὰρ πάντα εἰδέναι μόνου τοῦ ἐπὶ πάντων Θεοῦ. Ὁ δὲ Κύριος, ταύτην τὴν ὁμολογίαν ἐκ ψυχῆς ποιησάμενον, οὐ μόνον χειροτονεῖ ποιμένα καὶ ἀρχιποίμενα πάσης τῆς κατ´ αὐτὸν Ἐκκλησίας, ἀλλὰ καὶ τοσαύτην ἐπαγγέλλεται περιζώσειν αὐτὸν ἰσχὺν, ὡς καὶ μέχρι θανάτου, καὶ θανάτου σταυροῦ διακαρτερήσει, τὸν πρὸ τῆς ἐνισχύσεως ταύτης μηδὲ πρὸς ἑνὸς κορασίου πεῦσιν καὶ λαλιὰν ἀντισχόντα. «Ἀμὴν ἀμὴν λέγω σοι, πρὸς αὐτὸν εἰπὼν, ὅτε ἦς νεώτερος καὶ τὴν σωματικὴν καὶ τὴν πνευματικὴν ἡλικίαν, ἐζώννυες σεαυτὸν», τουτέστιν ἐχρῶ τῇ σεαυτοῦ δυνάμει, «καὶ περιεπάτεις ὅπου ἤθελες,» αὐτοκίνητος ὦν, καὶ κατὰ τὴν φύσει προσοῦσάν σοι προαίρεσιν ζῶν· «ὅταν δὲ γηράσῃς,» εἰς ἄκρον φθάσας καὶ τῆς σωματικῆς καὶ τῆς πνευματικῆς ἡλικίας, «ἐκτανεῖς τὰς χεῖράς σου,» τὸ διὰ σταυροῦ τέλος ὑπογράφει διὰ τούτων τῶν λόγων, καὶ τὴν ἐπ´ αὐτοῦ τάσιν οὐκ ἀκούσιον ἔσεσθαι τῳ Πέτρῳ μαρτυρεῖ. «Ἐκτενεῖς οὖν αὐτὸς τὰς χεῖράς σου, καὶ ἄλλος σὲ ζώσει,» δηλονότι ἐνδυναμώσει, «καὶ οἴσει ὅπου οὐ θέλεις,» ἐξ ἀνθρώπων ποιήσας· ἐπειδήπερ ἡ φύσις οὐ θέλει τὴν οἰκείαν διὰ θανάτου διάλυσιν· τὴν γὰρ τῆς ἡμετέρας φύσεως ἐν ταῦθα πρὸς τὸ ζῆν σχέσιν δείκνυσι καὶ τὸ ὑπερφυὲς σεις ἑκὼν δι´ ἐμὲ καὶ τὴν ἐμὴν μαρτυρίαν ὑπ´ ἐμοῦ δυναμούμενος, ἅπερ ὑπὲρ φύσιν ὄνταθέλειν ἡ φύόθῆ οὐ πέφυκεν. Ἀλλὰ τοιοῦτος μὲν ὁ Πέτρος, ὡς ἐξ ὀλίγων γνωρίσαι, Τί δὲ ὁ Παῦλος, καὶ ποία γλῶσσα, μᾶλλον δὲ ποῖαι καὶ πόσαι τὴν ἐκείνου διὰ Χριστὸν μέχρι θανάτου","prev":{"citation":"Homiliae 186","label":"186","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/186","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/186"},"next":{"citation":"Homiliae 188","label":"188","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/188","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/188"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}