{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 192","citation":"Gregorius Palamas, Homiliae 192","ref":"192","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/192","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/192","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/192.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":448,"text":"οκον ἡμέτερον, τὰς αἰωνίους καὶ οὐρανίους μονάς, Οὔτω δὲ θεοφιλῶς τὰ καθ´ ἡμᾶς αὐτοὺς διατέοοντες θαυμαζόμεθα ταρὰ τῶν ὁρώντων, δοξαζόντων τὸν Θεὸν τὸν δόντα δύναμιν καὶ ἐξουσίαν τοῖς εἰς αὐτὸν πιστεύουσι τοιαύτην, ὡς καὶ ζῶντας ἐπὶ γῆς ἔτι, τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς. Ἀλλ´ ἡ μὲν τοῦ βαπτ´σματος χάρις καὶ δύναμις διὰ τὴν τοῦ παρέχοντος φιλανθρωπίαν παρομένει, καὶ ἡμῶν ἁμαρτονταν μετὰ τὸ βάπτισμα, ἡ δὲ τῆς ψυχῆς ὑγίεια καὶ καθαρότης οὐ παραμένει. Διὰ τοῦτο χρῄζομεν αὖθις οἱ ἁμαρτήσαντες τῆς ἐπὶ τοῖς προγεγενημένοις ἁμαρτήμασι λύπης καὶ κατηφείας, καὶ τῆς διὰ μετανοίας προσπτώσεως, ἵνα πάλιν ἀκούσωμεν μυστικῶς ἕκαστος κατὰ τὸν παράλυτον ἐκεῖνον· «Θάρσει, τέκνον·» καὶ λαβόντες τὸν ἐλασμὸν, εἰς χαρὰν τὴν λύπην ἀμείψωμεν· αὕτη γάρ ἐστιν ἡ λύπη τὸ μέλι τὸ πνευματικὸν, ὃ θηλάζομεν ἡμεῖς ἐκ στερεὰς πέτρας, κατὰ τὸ τυπικῶς εἰρημένον· «Ἐθήλασαν μέλι ἐκ πέτρας·» «Ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς,» καθάπερ ὁ Παῦλός φησιν. Ἀλλὰ μὴ θαυμάσητεζ εἰ μέλι τὴν λύπην εἶπον· αὔτη γάρ ἐστι περὶ ἧς πάλιν ὁ Παῦλός φησιν, ὅτι·· «Ἰ λύπη ἡ κατὰ Θεὸν μετάνοιαν ἀμεταμέλητον κατεργάζεται πρὸς σωτηρίαν.» Καθάπερ γὰρ τῷ τετραυματισμένῳ τὴν γλῶτταν, δακνηρὸν φανεῖται τὸ μέλι προσενεχθὲν, ἂν δὲ τὴν ἴασιν τῶν τραυμάτιὸν λάβῃ, τῆς τοῦ μέλιτος γλυκύτητος ἀντιλήψεται· οὕτω καὶ ὁ τοῦ Θεοῦ φόβος ἐκ τοῦ εὐαγγελικοῦ κηρύγματος ταῖς συνιείσαις ψυχαῖς ἐγγινόμενος, λύπην μὲν ἐμποιεῖ, τὰ τραύματα τῶν ὰ μαρτημότων ἔτι περικοιμέναις, ἀποβαλόμεναι δὲ ταῦτα διὰ της μετανοίας, τῆς εὐαγγελικῆς ἀντιλαμβάνονται χαρᾶς, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Σωτῆρος· «Καὶ ἡ λύπη ὑμῶν, εἰς χαρὰν γενήσεται·» ποία λύπη; ἤν ἐλυπήθησαν Εἄ οἰ τοῦ Κυρίου μαθηταί, ἐπὶ τῇ τοῦ Κυρίου καὶ διδασκάλου στερήσει· ἣν ἐλυπήθη ὁ Πέτρος ἐπὶ τῇ τούτου ἀρνήσει· ἂν λυπεῖται πᾶς εὐσεβὴς μετανοῶν ἐφ´ ἀυαρτίαις οἰκείαις, καὶ ταῖς πρὸς ἀρετὴν ὑπὸ ῥᾳθυμίας ἐλλείζεσιν, αἷς καὶ ἡμεῖς περιπίπτοντες, ἡμᾶσι αὐτοὺς ἀλλὰ μηδένα τῶν ἁπάντων αἰτιώμεθα ἕτερον· οὐδὲ γὰρ τῷ Ἀδὰμ συνήνεγκε, τὴν ἐντολὴν ετήσαντι ἡ πρὸς τὴν Εὔαν τῆς αἰτίας μετάθεσις, οὐδὲ ταύτῃ πάλιν ἡ πρὸς τὸν ἀρχέκακον ὄφιν· αὐτεξούσιοι γὰρ ἡμεῖς παρὰ Θεοῦ γεγονότες, καὶ αὐτοκρατορικὸν ἀξίωμα κατὰ τῶν παθῶν λαβόντες ἔνδον τὸ ἡγεμονικὸν τῆς ψυχῆς, οὐκ ἔχομεν ὅὶως τὸν κατακρατοῦντα καὶ βιαζόμενον. Τοῦτο τοίνυν ἐστὶν ἡ κατὰ Θεὸν καὶ σωτήριος λύπη, τὸ ἡμᾶς αὐτοὺς αἰτιᾶσθαι, καὶ μηδένα τῶν ὰπάντων ἕτερον, ἐφ´ οἷς αὐτοὶ πράττομεν πλημμελῶς, καὶ λυπεῖσθμι καθ´ ἑαυτῶν, καὶ δι´ ἐξομολογήσεως τῶν ἡμῖν ἡμαρτημένων, καὶ τοῖς ἐπὶ τούτοις λυπηρᾶς κατανύξεως τὸν Θεὸν ἐξιλάσκεσθαι Ταύτης τῆς αὐτομεμψίας καὶ κατανύξεως ὁ Λάμεχ ἦρξεν ἐκεῖνος ὁ παλαιὸς, καὶ παῤῥησίᾳ τὴν ἁμαοτίαν ἐξομολογησάμενος, καὶ κρίνας αὐτὸς ἑαυτὸν, καὶ ὑπὲρ τὸν Κάῖν καταδικάσας· «Ἑπτάκις γὰρ, φησὶν, ἐκδιδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά·» καὶ οὕτω πενθήσας ἑαυτὸν ὡς ὑπεύθυνον. διὰ τῇς ἐνωδύνου κατ´ αὐτοῦ κατανύξεως τὴν ἐκ Θεοῦ καταδίκην διέφυγεν, ὡς καὶ ὁ Προφήτης ὕστερον εἶπε· «Λέγε σὺ πρῶτος τὸς ἀμαρτίας","prev":{"citation":"Homiliae 191","label":"191","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/191","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/191"},"next":{"citation":"Homiliae 193","label":"193","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/193","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/193"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}