{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 193","citation":"Gregorius Palamas, Homiliae 193","ref":"193","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/193","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/193","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/193.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":432,"text":"σου, ἵνα δικαιωθῇς·» ὃ καὶ ὁ Ἀπόστολος μετὰ ταῦτά φησιν· «ἕἱ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα,» Πρῶτος μὲν οὖν ὁ Λάμεχ ἀναγέγραπται διὰ μετανοίας, καὶ τῆς ἐφ´ ἁμαρτήμασι λύπης, τὴν ἄνωθεν δίκην ἀποφυγών. Μετὰ δὲ τοῦτον οἱ Νινευῖται, πόλεις ὅλαι καὶ πλῆθος οὐκ εὐαρίθμητον. Οὗτοι δὲ μὴ μόνον ἁμαρτόντες, ἀλλὰ καὶ παρὰ Θεοῦ δεξάμενοι τὴν ἀπόφασιν τῆς αὐτῶν καταδίκης, ἐθάῤῥησαν αὐτὴν ὑπερβῆναι διὰ μετανοίας, καὶ τῆς ἐν αὐτῇ λυπηρᾶς κατανύξεως· ἤκουσαν γὰρ Ἰωνᾶ, αὶ ἐπίστευσαν ἀναβοῶντι τὴν θείαν ἀπόφασιν· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται.» Ἀκούσαντες δὲ καὶ πιστεύσαντες, οὐκ ἔῤῥιψαν ἑαυτοὺς κατὰ τοῦ πονηροῦ βαράθρου τῆς ἀπογνώσεω, οὐδὲ τὸν λίθον τῆς πωρώσεως ταῖς ἑαυτῶν καρδίαις ἐπέθηκαν· ἀλλ´ εἰπόντες πρὸς ἐαυτοὺς καὶ ἀλλήλους· «Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς, καὶ ἀποστρέψει ἐξ ὁργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;» ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, καὶ κηρύττουσι νηστείαν, καὶ περιβάλλονται σάκκους, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὡς καὶ τὸν βασιλέα μετ´ αὐτῶν ἐν σάκκῳ καὶ σποδῷ καθῆσθαι μετανοοῦντα, τά τε νήπια μὴ θηλάζειν· αἱ γὰρ μητέρες ὡς ἔοικεν ὑπὸ τοῦ σφοδροῦ πένθους, καὶ τῶν ὑπομαζίων ἐπελάθοντο παίδων, καθάπερ καὶ ὁ αλμῳδός· «Ἐπελαθόμην, φησὶ, τοῦ φαγεῖν τὸν ἄρτον μου, ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου,» καὶ τὰ κτήνη μὴ νέμεσθαι· καὶ ταῦτα γὰρ ὡς ἔοικεν οἱ βουκόλοι τε καὶ ποιμένες εἴασαν ταῖς μάνδραις καὶ τοῖς βουστασίοις ἐγκεκλεισμένα, τῇ σφοδρᾷ κατανύξει πεδηθέντες αὐτοί· καὶ οὕτω τὴν σωτήριον συναυλίαν τοῦ σωτηρίου πένθους κατὰ Θεὸν ἁρμοσάμενοι, τὴν κατ´ αὐτῶν θείαν ἀπόφασιν μετεποίησαν, καὶ τὴν ἄνωθεν ὀργὴν ἔστησαν, καὶ μετέστησαν εἰς θείαν εὐμένειαν. Ἐπεὶ τοίουν καὶ ἡμῖν σχεδὸν ὁ βίος ὅλος ἐν ἁμαρτίαις, ταύτην, ἀδελφοὶ, τὴν σωτήριον λύπην καὶ τὸν ἐν μετανοίᾳ βίον καὶ ἡμᾶς ἅπαντας ἑλέσθαι Τα χρεών. Εἰ γὰρ μὴ τοῦτο πράξομεν, καθάπερ ὁ Κύριος εἶπεν, οἱ Νινευῖται κατακρινοῦσιν ἡμᾶς ἐν τῇ ἀναστάσει, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἡμεῖς οὐ μετενοήσαμεν εἰς τὸ τοῦ Χριστοῦ κήρυγμα, τοῦ καὶ τοῦ Ἰωνᾶ Θεοῦ· καίτοι Ἰωνᾶς οὐκ ἐκήρυττε μετάνοιαν, ἀλλὰ καθάπερ εἴπομεν καταδίκης ἀπόφασιν, καὶ ζωῆς ἀφαίρεσιν, καὶ καταστροφὴν καὶ θάνατον, καὶ τελείαν ἀπώλειαν. Ὁ δὲ Χριστὸς ἡλθεν, ἵνα ζωήν ἔχωμεν, καὶ περισσὸν ἔχωμεν, θείαν υἱοθεσίαν καὶ βασιλείαν οὐράνιον. Ὁ μὲν οὖν Ἰωνᾶς καταστροφὴν κηρύττων, μετάνοιαν οὐχ ὑπετίθετο, οὐδὲ βασιλείαν οὐρανῶν ἐπηγγέλλετο· ὁ δὲ Χριστὸς μετάνοιαν κηρύττων καὶ βασιλείαν ἐπαγγελλόμενος, καὶ τὴν κοινὴν καὶ ἀμετάθετον προεῖπε καταστροφήν· Ὥσπερ γὰρ, φησὶν, οἱ ἐπὶ τοῦ Νῶε ἀδεῶς καὶ ἀνέτως τῶν σωματικῶν ἐχόμενοι, καὶ ἐξαίφνης ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἄπαντας, οὕτως ἔσται καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τοιύτοὺ Καὶ ὁ μὲν Ἰωνᾶς καταστροφὴν τοῖς Νινευῖταις τῶν ἐνταῦθα φαινομένων ἠπείλει τηνικαῦτα οοιοωΟΟΘ","prev":{"citation":"Homiliae 192","label":"192","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/192","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/192"},"next":{"citation":"Homiliae 194","label":"194","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/194","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/194"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}