{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 195","citation":"Gregorius Palamas, Homiliae 195","ref":"195","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/195","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/195","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/195.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":425,"text":"Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. καὶ καλέσαντος πρὸς μετάνοιαν, καὶ πρὸς τὴν σωτήριον ταύτην λύπην καὶ τὸ πένθος καὶ τὴν κατάνυξιν· ὡς ὅ γε μὴ ταύτην ἔχων οὐχ ὑπήκουσε τῷ καλέσαντι, οὐδὲ τοῖς κλητοῖς ἁγίοις τοῦ Θεοῦ συνηρίθμηται, οὐδὲ τῆς ἐν τῷ Εὐαγγελίῳ μακαριότητος κατηγγελμένης, καὶ τῆς ἐπηγγελμένης θείας παρακλήσεως ἐπιτεύξεται· «Μακάριοι γὰρ, φησίν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» Ἀλλ´ ἐρεῖ τις ἐκτὸς ἁμαρτίας εἶναι, καὶ μὴ δεῖσθαι τοῦ πένθους; Ἀλλ´ εἰ καὶ δυσχερὲς τοῦτο καὶ σπανιάτατον, καὶ σχεδὸν τῶν ἀδυνάτων ἐστίν· ἀγαπητὸν γὰρ, εἰ καὶ μετριοπαθὴς ὁ ἄνθρωπος γένοιτο· ὅμως ὁ λόγος ὑπέδειξε τὴν ἀρχὴν τοῦ σωτηρίου τούτου πένθους καὶ ἄλλην αἰτίαν· ἐλυποῦντο γὰρ οἱ μαθηταὶ στερηθέντες τοῦ ὄντως ἀγαθοῦ καὶ διδασκάλου Χριστοῦ, οὐ καὶ ἡμεῖς στερούμεθα νῦν. Καὶ οὐ τούτου μόνου, ἀλλὰ καὶ τῆς ἐν τῷ παραδείσῳ τρυφῆς· ἐκπεπτώκαμεν γὰρ αὐτῆς, καὶ ἀντηλλαξάμεθα τοῦ ἀπαθοῦς χωρίου τὸν ἐμπαθῆ καὶ ἐπί πονον τοῦτον χῶρον· ἐστερήμεθα τῆς αὐτοπροσώπου πρὸς Θεὸν ὁμιλίας, τῆς μετὰ τῶν ἀγγέλων αὐτοῦ συναυλίας καὶ τῆς ἀδίου ζωῆς. Τίς τὴν στέρησιν πούτων εἰδὼς, οὐ πενθεῖ; Ὁ δὲ μὴ ταύτην εἰδὼς οὐδὲ τῆς μοίρας ἐστὶ τῶν πιστῶν. Οὐκοῦν ἡμεῖς διὰ τῆς θεοπνεύστου διδασκαλίας, ἐν εἰδήσει τῆς τοι αύτης γεγονότες στερήσεως, πενθήσωμεν ἡμᾶς αὐτοὺς, ἀδελφοί, καὶ τοὺς ἐξ ἀμαρτίας μολυσμοὺς διὰ τοῦ κατὰ Θεὸν πένθους ἀπονιψώμεθα· ἵνα καὶ τὴν συμπάθειαν εὕρωμεν, καὶ πρὸς τὸν παράδεισον ἐπανέλθωμεν, καὶ τῆς ἀιδίου ζωῆς καὶ παρακλήσειως εὐμοιρήσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, κράτος, τιμὴ καὶ προσκώνηοις, σὐν τῷ ἁαρχω αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγιθῷ καὶ ζωοποιῷ Πνεύματι, νυν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τὼν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ Λʹ. Ὑπόθεσιν ἔχουσα τοὺς κατὰ τὸν εὐαγγελιστὴν Λίμτίλαῖρν ἐν οἰκίᾳ ἀναβλέψαντας τυφλούς· ἐν ὗκαὶ ὅτι οὐκ ἔστι πίστω ἔχειν ἀληθῶς χωρὶς τῶν ἔργων τῆς μετανοίας. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ σώματος, ὃ παρ´ ἡμῶν ὑπὲρ ἡμῶν ἀνέλαβε, συναναστρεφόμενος τοῖς ἐπὶ γῆς, πολλοὺς καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ἐθεράπευσε τυφλούς· μᾶλλον δὲ, εἰ μέν τις σκοπεῖ τὴν κατὰ διάνοιαν ἀνάβλεψιν, ἥτις ἐστὶν ἡ ἐξ ἀπιστίας εἰς πίστιν, καὶ ἐξ ἀγνοίας εἰς ἐπίγνωσιν Θεοῦ μετάθεσις, οὐδ´ ἀριθμῷ περιβαλεῖν ἔστι τοὺς διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἀναβλέψαντας τυφλούς· αὐτῷ γάρ εἰσιν ἠριθμημένοι μόνῳ, τῷ καὶ τὰς τρίχας ἡμῶν ἠριθμημένας ἔχοντι. Εἰ δὲ τῶν σωματικῶν ὀφθαλμῶν τὴν ἀνάβλεψιν σκοποῦμεν, καὶ κατ´ αὐτὴν πολλοὺς εὐρήσομεν τοὺς μὲν λόγῳ μόνῳ, τοὺς δὲ ἁφῇ μόνῃ· ἔστι δὲ οὓς καὶ μόνῳ τῷ προσπεσεῖν καὶ προσεγγίσαι· τινὰς δὲ καὶ διὰ πτύσματος, ἢ καὶ πηλοῦ χρίσματος παρὰ Χριστοῦ λαβόντας τὴν ἴασιν, Ἐλθόν ος γὰρ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, ὡς ὁ Ματθαῖός φησι, iΟΜΙΙΑ ΧΧΚ","prev":{"citation":"Homiliae 194","label":"194","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/194","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/194"},"next":{"citation":"Homiliae 196","label":"196","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/196","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/196"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}