{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 196","citation":"Gregorius Palamas, Homiliae 196","ref":"196","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/196","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/196","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/196.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":426,"text":"προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ´ ἑαυτῶν χωλοὺς, τυφλοὺς, κωφοὺς, κυλλοὺς, καὶ ἑτέρους πολλοὺς, οὓς πάντας ῥιφέντας παρὰ τοὺς αὐτοῦ πόδας ἐθεράπευσεν, ὡς καὶ τοὺς ὄχλους τηνικαῦτα θαυμάζειν καὶ δοξάζειν αὐτὸν, βλέποντας κωφοὺς λαλοῦντας, καὶ χωλοὺς περιπατοῦντας, κυλλοὺς ὑγιεῖς, καὶ τυφλοὺς βλέποντας. Ἀλλὰ καὶ ὁ καθήμενος ἐπὶ πώλου ὄνου κατὰ τὴν προφητείαν τὴν Ἱερουσαλὴμ εἰσῆλθε παραδόξως, ὑπὸ παίδων ὡς Θεὸς ὑμνούμενος, τοὺς ἐκεῖ προσελθόντας χωλοὺς καὶ τυφλοὺς ἐθεράπευσεν ἅπαντας, ὡς ὁ Ματθαῖος καὶ τοῦτό φησιν. Εἰς δὲ τὴν Βηθσαῖδὰ ἐλθόντι, φέρουσιν αὐτῷ τυφλὸν, ὡς ὁ Μάρκος φησί. καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἅψηται αὐτοῦ· ὁ δὲ Κύριος ἐξαγαγὼν αὐτὸν ἔξω τῆς κώμης, πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, καὶ ἐπιθεὶς αὐτῷ τὰς χεῖρας ἀμυδρῶς βλέπειν ἐποίησεν αὐτόν· εἶτα πάλιν ἐπιθεὶς αὐτῷ τὰς χεῖρας αὐτοῦ, τηλαυγῶς αὐτῷ παρέσχεν ἀναβλέψαι. Ἐν δὲ τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχὼ, ὡς ὁ Λουκᾶς φησιν, ἰάσατο λόγῳ μόνῳ τὸν καθήμενον παρὰ τὴν ὁδὶν τυφλὸν καὶ προσαιτοῦντα, πρὸς αὐτὸν αἰτήσαντα τὴν ἴασιν εἰπὼν, «Ἀνάβλεψον.» Ἐκπορευόμενος δὲ ἀπὸ τῆς Ἰεριχὼ, ὡς ὁ Μάρκος καὶ τοῦτό φησιν ἕτερον παλιν ὀμματοῖ τυφλὸν, Βαρτιμαῖον τὸν τοῦ Τιμαίου, εἰπών πρὸς αὐτὸν αἰτήσαντα τὴν ἀνάβλεψιν· «Κατὰ τὴν πίστιν σου γενηθήτω σοι.» Ἐπὶ δὲ τῆς Ἱερουσαλὴμ, ἰδὼν τυφλὸν ἐκ γενετῆς, ὡς δ Ἰωάννης φησίν, οὐδὲ αἰτηθεὶς, ἀλλ´ αὐτοκινήτως δι´ ἀγαθότητα πτύσας ἐπὶ τὴν γῆν, καὶ πηλὸν ποιήσας, καὶ τοῦ τυφλοῦ τοὺς ὀφθαλμοὺς ἀλείψας, εἶπε πρὸς αὐτόν· «Ὕπαγε. νίψε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ·» ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Ἀλλὰ καὶ μετὰ τὸ ἀναστῆσαι θανοῦσαν τὴν Ἰαεί- Ο Θριί ρὲ ρου τοῦ ἀρχισυναγώγου παῖδα, ὡς ἀκουσόμεθα τοῦ Ματθαίου σήμερον εὐαγγελιζομένου· Παράγοντι τῷ Ἰησοῦ, ἠκολούθησαν δύο τυφλοὶ κράζοντες καὶ ΤΘ λέγοντες, Ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ. Ὁ δὲ σὺν αὐτοῖς εἰσελθών εἰς τὴν οἰκίαν, καὶ ἀψάμενος τῶν ὀφθαλμῶν αὐτῶν, καὶ πρὸς αὐτοὺς εἰπών, Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν, ἐθεράπευσεν αὐτούς.» Χωρὶς οὖν τῶν μὴ ἀριθμῷ περιληφθέντων, ἕξ εἰσιν οἱ κατηριθμημένοι· καὶ οἷμαυμηδένα τῶν ἐν Ἰουδαίᾳ, ἢ καὶ τῶν ἐγγειτόνων ὄντων τηνικαῦτα τυφλῶν ἀφώτιστον περιλειφθῆναι. Διὸ καὶ Ἡσαΐας ὡς ἐκ προσώπου τοῦ Χριστοῦ προεῖπεν, ὅτι ἀπεστάλη παρὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος αὐτοῦ, «Κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.» Πῶς δὲ οὐκ εἰπεν ὁ προφήτης, ὅτι ἀπεστάλη δοῦναι τοῖς τυφλοῖς ἀνάβλεψιν, ὅπερ δὴ καὶ γέγονεν, ἀλλ´ ἀπεστάλη κηρύξαι τοῖς τυφλοῖς ἀνάβλεψιν; Ἐπειδήπερ οὐ προηγουμένως ἐπὶ τὴν γῆν ὁ Κύριος ἦλθεν ἵνα τοὺς σωματικοὺς ἀνοίξῃ ὀφθαλμοὺς, ἀλλὰ τοὺς τῆς ψυχῆς, οἵτινες ὀφθαλμοὶ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος κτῶνται τὴν ἀνάβλεψιν· εἰκότως οὖν ἡ προφητεία κηρύξαι τὸν Κύριον τοῖς τυφλοῖς ἀνάβλεψιν φησιν. Ὥσπερ δὲ αὐτὸς ὁ Κύριος ἡμῖν παραγγέλλει τὰ πνευματικὰ ζητεῖν· «Ἐργάζεσθε, λέγων, μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν","prev":{"citation":"Homiliae 195","label":"195","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/195","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/195"},"next":{"citation":"Homiliae 197.1-14","label":"197.1 to 197.14","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/197.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/197.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}