{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 208","citation":"Gregorius Palamas, Homiliae 208","ref":"208","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/208","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/208","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/208.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":422,"text":"ΟΜΙΛΙΑ ΛΒʹ. τοῦ αὐτοῦ ὀμιλία εἰς τὸ κατὰ τὸν εὐιγγελιστὴν Ματθαῖον τῆς ἐννάτης Κυριακῆς Εὐαγγέλιον· ἐν ᾖ καὶ περὶ πειρασμῶν. Ἰάκωβος ὁ ἀδελφόθεος, «Πᾶσαν χαρὰν ἡγήσασθε, φησὶν, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις. « Οὐκ εἶπεν ἁπλῶς, Χαίρετε, ἀλλὰ, Πᾶσαν χαρὰν ἡγήσασθε, φησίν, οὐκ ἀνεπαισθήτως ἔχειν πρὸς τὰ ἐπώδυνα παραινῶν· τόῦτο γὰρ ἀδύνατον, ἀλλ´ ἐπικρατέστερον ἔχειν εἰσηγούμενος τὸν θεάρεστον λογισμόν. Πᾶσαν δὲ εἶπε χαρὰν, τουτέστι τελείαν, μεγίστην, ἀνελλιπῆ, καὶ μάλισθ´ ὅταν οἱ πειρασμοὶ πολυειδεῖς ὧσι· διατί; Ὅτι διὰ τῆς τῶν πειρασμῶν ὑπομονῆς γυμναζόμεθα, καὶ δοκιμώτεροι γινόμεθα τὰ πρὸς τὸν Θεόν. Καὶ οὐ τόῦτο μόνον, ἀλλὰ καὶ γνώριμοι τοιοῦτοι ὄντες· οὕτω γὰρ καὶ ἡ τοῦ Σολομῶντος σοφία περὶ τῶν ἁγίων φησίν· «Ὅτι ἐπείρασεν αὐτοὺς ὁ Θεὸς, καὶ εὕρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.» Ἀρ´ οὐ πάσης χαρᾶς ἄξιος αὐτοῖς ὁ πειρασμὸς οὗτος; Τοῦτο καὶ ὁ Θεὸς πρὸς τὸν Ἰὼβ εἰπὼν, ἀπήλλαξεν αὐτὸν τῆς ἐπὶ τῷ πειρασμῷ λύπης· «Οει με, λέγων, ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;» Τί τόῦτο λέγων πρὸς αὐτόν· ἐχρησάμην σοι, δοκιμάζων σου ἦ τὴν εἰς ἐμὲ πίστιν, ἐν εὐεξίᾳ καὶ εὐδοξίᾳ καὶ εὐπορίᾳ καὶ ἀνεφάνης δίκαιος, χρώμενος αὐτοῖς κατὰ τὸ ἐμὸν θέλημα, τοῦ ταῦτά σοι παρασχόντος, καὶ ὡς αὐτὸς ἐβου. λόμην, ταῦτα διαφέρων καὶ διοικῶν· ἐχρησάμην σοι, δοκιμάζων σου τὴν εἰς ἐμὲ πίστιν, ἐν καχεξίᾳ ΠΟΜΙΙΙΑ ΧΧΧΙΙ. καὶ ἀδοξίᾳ, καὶ ἀπορίᾳ, καὶ ἀνεφάνης δικαίοις, Ο ααιε πο εεοίρίαημε λέγων· «Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;» Πόθεν οὖν ἡ ἐν τοῖς πειρασμοῖς ὑπομονή; ἀπὸ τοῦ δοκίμου τῆς εἰς Θεὸν πίστεως· ὤστε δοκίμιον εἰσι τῶν πιστῶν οἱ πειρασμοί. Διόπερ ὁ τοῦ Κυρίου ἀδελφὸς Ἰάκωβος χαίρειν ἡμῖν παραγγείλας, ὅταν πειρασμοῖς περιπέσωμεν, ἐπήγαγεν ὅτι· «Τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ, φησὶν, ἔργον τέλειον ἐχέτω.» Μηδὲν, φησί, τῶν ἔργων σοι τῆς ἀρετῆς κολοβώσῃς, ἐπενεχθέντων τῶν πειρασμῶν μαλακισθεὶς, ἀλλὰ μετὰ τῆς ὑπομονῆς καὶ ἡ τελειότης προσέστω σοι τῆς ἀρετῆς. Ἐπεὶ δὲ καὶ διὰ τῶν ἀκουσίων μόνον οὐ τελειοῦται ὁ ἄνθρωπος, ἀλλὰ χρὴ προσεῖναι καὶ τὰ ἑκούσια, ἅπερ ἐστὶ σωφροσύνη, δικαιοσύνη, πρός τε τὸν Θεὸν καὶ πρὸς ἀλλήλους ἀγάπη, καὶ τὰ ἑπόμενα ταύτῃ· ἐπεὶ καὶ τούτων ἡμῖν χρεία πρὸς τὴν τελείωσιν· διὰ τόῦτο προστίθησι πρὸς ἡμᾶς γράφων ὁ θεῖος ἀπόστολος οὗτος· «Ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι·» τόῦτο λέγων ἄντικρυς, ὡς εἴπερ βούλεσθε τὴν πρὸς Θεὸν ὑμῶν πίστιν τελείαν ἐνδείκνυσθαι, μὴ μόνον πάσχοντες ἔξωθεν φέρετε γενναίως, ἀλλὰ καὶ αὐτοὶ παρ´ ἑαυτῶν τὰ θεάρεστα ἐνεργεῖτε, κἂν ἐπίπονα ᾗ· συνελθόντα γὰρ μετὰ ἀλλήλων πρᾶξις καὶ πάθος ἐπ´ ἀγαθῷ, τὸν κατὰ ἐεὸν τελειοῦσιν ἄνθρωπον. Πῶς δὲ οὐκ εἶπεν, ὅτι Χκίρετε ὅταν ἐνεργῆτε τὴν ἀρετὴν, ἀλλ´ ὅταν ἐν","prev":{"citation":"Homiliae 207","label":"207","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/207","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/207"},"next":{"citation":"Homiliae 209.1-18","label":"209.1 to 209.18","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/209.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/209.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}