{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 21","citation":"Gregorius Palamas, Homiliae 21","ref":"21","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/21","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/21","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/21.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":416,"text":"ΠΟΜΙΙΙΑ ΙΙ. τοῦ βασιλέως ὑπ´ ὄψιν ἄγοντα. Καὶ οὐδὲ ἅπαξ ἢ δις ἐπαρασάμενος, καὶ λίθοις καὶ λίθων πληκτικωτέροις ῥήμασι βαλὼν ἀπήλλαξεν· ἀλλ´ ἐπορεύετο, φησὶν, ὁ βασιλεὺς καὶ πάντες οἱ ἄνδρες αὐτοῦ μετ´ αὐτοῦ, καὶ Σεμεεὶ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους, ἐχόμενος αὐτοῦ, καταρώμενος καὶ λίθοις βάλλων ἐκ πλαγίου, καὶ τῷ χοὶ πάσσων τὸν βασιλέα. Οὐκ ἠπόρει δὲ τῶν κωλυσόντων ὁ βασιλεύς. Ἀβεσσὰ γοῦν ὁ στρατηγὸς μὴ ἀνασχόμενος πρὸς τὸν Δαβὶδ εἶπεν· «Ἵνα τί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν Κύριόν μου τὸν βασιλέα; Διαβήσομαι δὴ, καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ.» Ὁ δὲ βασιλεὺς ἐπέσχεν αὐτὸν, καὶ τοὺς παῖδας αὐτοῦ, πρὸς αὐτοὺς εἰπών· Ἄφετε αὐτὸν, ὅπως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου, καὶ ἐπιστρέψοι μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ,» Ὁ καὶ τότε μὲν ἐτελέσθη καὶ εἰς ἔργον ἐξξβη, δείκνυται δὲ καὶ διὰ τῆς κατὰ τὸν Τελώνην τοῦτον καὶ τὸν Φαρισαῖον παραβολῆς, ὑπὸ τῆς δικαιοσύνης ἀεὶ τελούμενον· ὁ γὰρ ὑπεύθυνον ἑαυτὸν ἀληθῶς αἰωνίου κολάσεως λογιζόμενος πῶς οὐκ ἂν ὑπομείνῃ γενναίως, οὐκ ἀτιμίαν μόνον, ἀλλὰ καὶ ζημίαν καὶ νόσον, καὶ πᾶσαν, ὡς εἰπεῖν, δυσπραγίαν καὶ κάκωσιν; Ὁ δὲ τοιαύτην ὑπομονὴν ἐνδεικνύμενος. ὡς χρεώστης οὕτω καὶ ὑπεύθυνος ὤν, δι´ ἐλαφροτέρας καταδίκης καὶ προσκαίρου καὶ λυομένης λυτροῦται τῆς ὄντως βαρείας ἐκείνης Π Χ καὶ ἀφορήτου κολάσεως· ἔστι δ´ ὅτε καὶ τῶν νῦν ἐπικειμένων δεινῶν ἀρχὴν ἐντεῦθεν λαμβανούσης τῆς δι´ ὑπομονὴν οἷον ἐποφειλομένης θείας χρηστότητος· διὸ καί τις τῶν ὑπὸ Θεοῦ παιδευομένων ἔφη· Παιδείαν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ. Γένοιτο δὲ καὶ ἡμᾶς μετ´ ἐλέους, ἀλλὰ μὴ ἐν ὀργῇ καὶ θυμῷ Κυρίου παιδευομένους, τῇ παιδείᾳ τοῦ Θεοῦ μὴ κατενεχθῆναι, ἀλλὰ κατὰ τὸν Ἰαλμῳδὸν ἀνορθωθῆναι εἰς τέλος· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ και ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας ΟΜΙΛΙΑ Γʹ. Εἰς τὴν κατὰ τὸν σεσωσμένον ἄσωτον τοῦ Κυρίου παρβολήν. «Ἔσται ποτὲ λιμὸς, τὴν Ἱερουσαλὴμ ἀποκλαιόμενος εἶπεν ὁ Προφήτης, οὐ λιμὸς ἄρτου καὶ ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου.» Λιμὸς δέ ἐστι στέρησις ἅμα καὶ ὄρεξις τροφῆς ἀναγκαίας. Ἔστιν οὕν καὶ τοῦ λιμοῦ τούτου χεῖρον καὶ ἀθλιώτερον, ὅταν τις στέρησιν ἔχων τῶν ἀναγκαίων πρὸς σωτηρίαν, ἀνεπαισθήτως ἔχῃ τῆς συμφορᾶς, ὄρεξιν οὐκ ἔχων πρὸς σωτηρίαν. Ὁ γὰρ πεινῶν καὶ οὐκ οὐπορῶν περιέρχεται ζητῶν ποῦ τρύφος ἄρτου· νὰν εὐρωτιώσης ἐπιτύχῃ μάζης, ἢ κεγχρίαν τούτῳ τις ἄρτον, ἢ πιτυρίαν, ἤ τι ἄλλο τῶν τῆς τροφῆς εὐτελεστέρων εἰδῶν παράσχῃ, χαίρει τοσοῦτον, ὅσον ἀποτυγχάνων ὠδυνᾶτο πρότερον. Καὶ ὁ πνευματικὸν τοίνυν ἔχων λιμὸν, τουτέστι, στέρησίν τε ἅμα καὶ ὅρεξιν πνευματικῶν βρωμάτων, περιέρχεται οοιωιορΘΟΟί","prev":{"citation":"Homiliae 20","label":"20","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/20","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/20"},"next":{"citation":"Homiliae 22","label":"22","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/22","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/22"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}