{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 210","citation":"Gregorius Palamas, Homiliae 210","ref":"210","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/210","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/210","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/210.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":415,"text":"θη ἡ ἐπὶ Στεφάνῳ θλίψις, καὶ ὁ κατ´ ἐκείνην διωγμὸς, εἶδεν ὃ λέγω· καὶ γὰρ οὐκ ἤθελονοί ἀπόστολοι τῶν Ἱεροσολύμων ἐξελθεῖν, ἀλλ´ ἀναγκασθέντες ὑπὸ τοῦ διωγμοῦ, διεσπάρησαν εἰς τὸν κόσμον, καὶ οὐτω τὴν ἀποστολὴν ἐπλήρωσαν. Οὐκ ἠναγκάσθησαν δὲ ἀπλῶς πλεῖν τὴν κοσμικὴν θάλασσαν, ἔνθα πᾶσα θλίψις καὶ πᾶν εἶδος πειρασμοῦ, ἀλλ´ ὥστε προάγειν εἰς τὸ πέραν, τουτέστι νικῆσαι, καὶ τῶν πειρασμῶν ἐπέκεινα διὰ τῆς νίκης γενέσθαι· ἀλλ´ οὐκ ἴσχυσαν χωρὶς τοῦ Ἰησοῦ· «Τὸ γὰρ πλοῖον, φησί, μέσον τῆς θαλάσσης ἦν βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἧν γὰρ ἐναντίος ὁ ἄνεμος.» Οὐ μᾶλλον τότε ἦν ἐναντίος αὐτοῖς ὁ ἄψυχος ἄνεμος, ἢ ὁ Δομετιανὸς, καὶ ὁ Τραϊανὸς, καὶ ὁ Νέρων ὕστερον· μᾶλλον δὲ οὗτοι μὲν, καὶ οἱ τοιοῦτοι κύματά εἰσιν ἄγρια δεινῶς κατὰ τῆς Ἐκκλησίας ἐπεγειρόμενα, ὁ δὲ κινῶν καὶ ἀνεγείρων ἐναντίος ἄνεμος τὸ πνεῦμα τῆς πονηρίας ἐστὶν, ὁ ἀντικείμενος τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ διὰ παντὸς διάβολος. Τετάρτῃ δὲ, φησὶ, φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς, περιπατῶν ἐπὶ τῆς θαλάσσης, τουτέστι μετὰ τὴν ἐννάτην τῆς νυκτὸς ὥραν· εἰς τέσσαρα γὰρ εἰώθασιν οἱ νυκτοφυλακοῦντες διαιρεῖν τὸ τῆς νυκτὸς διάστημα κατὰ διαδοχὴν. ὡς εἶναι τὴν ἀρχήν τῆς τετάρτης φυλακῆς ἐν ταῖς ἰσημερίαις ἀρχὴν τῆς δεκάτης τῆς νυκτὸς ὥραν. Ἐπὶ τοσοῦτον δὲ αὐτοὺς ἀφίησιν ὑπὸ τοῦ κλύδωνος βασανίζεσθαι, ἵνα γυμνάσῃ πρὸς ὑπομονὴν, καὶ φερεπόνους αὐτοὺς ποιήσῃ. Ἀλλὰ καὶ μετὰ τοῦτο ἐπιφανεὶς αὐτοῖς συγχωρεῖ φάντασμα νομίσαι τοῦτον, καὶ φοβηθῆναι τοσοῦτον, ὡς καὶ ἀπὸ τοῦ φόβου κράξαι, καίτοι πρὸς τὸ σῶσαι παραγενόμενον. Τοῦτο γὰρ ἂν ἴδοις ποιοῦντα καὶ ἐπὶ τοῦ παλαιοῦ λαοῦ ἐκείνου· ὁπότε καὶ γὰρ ἔμελλεν αὐτοῖς ἡ θάλασσα παραδόξως ῥήγνυσθαι, καὶ ὁδοῦ παρέχειν σωτήριον, τότε τὰ ἔσχατα κινδυνεύειν ἐδόκουν, τῇ κατόπιν κυκλώσει τῶν πολεμίων ἀφύκτοις συσχεθέντες κακοῖς. Καὶ νῦν ἐπὶ τῆς παρουσίας αὐτοῦ προηγεῖτο τῆς ἀπαλλαγῆς τῶν κατεχόντων δαιμονίων ὁ σφοδρὸς συνταραγμὸς τῶν ἐλευθερουμένων· οὔτω γὰρ οὐκ ἐπέραστοι μόνον, ἀλλὰ καὶ ἔμμονοι τῇ μνήμῃ τῶν εὖ πεπονθότων αἱ εὐεργεσίαι γίνονται. Ἐπιφαίνεται δὲ αὐτοῖς ἐπικαλουμένοις πάντως ἐν τῷ κλύδωνι ἐκείνῳ τὸν πάν ων Θεὸν, δεικνὺς ὅτι αὐτός ἐστιν ὁ ἐπὶ πάντων Θεὸς, ὁ χεῖρα βοηθείας ὀρέγων τοῖς ἐπικαλουμένοις αὐτόν. Περιπατεῖ δὲ ἐπὶ τῶν κυμάτων, τῆς θαλάσσης ΩΠ ἀγριαινούσης, δεικνὺς ἐκ περιουσίας ὅτι αὐτός ἐστι κατὰ τὴν προφητείαν ὁ καὶ ἐπὶ τῆς θαλάσσης ὡς ἐπ´ ἐδάφους ὁδεύων, πρὸς ὅν φησι καὶ ὁ Δαβὶδ προφητικῶς· «Ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς·» καὶ, «Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων Καὐτῆς σὺ καταπραβθνεις·» ὅπερ ὕστερον ἀπειργάσατο. Ὡς γὰρ τότε περιφόβους εἶδεν αὐτοὺς ἀπὸ τοῦ μὴ ἐπιγνῶναι τοῦτον, ἐπεὶ καὶ νῦν ἦν, εὐθέως","prev":{"citation":"Homiliae 209.19-23","label":"209.19 to 209.23","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/209.19","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/209.19"},"next":{"citation":"Homiliae 211.1-13","label":"211.1 to 211.13","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/211.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/211.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}