{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 217","citation":"Gregorius Palamas, Homiliae 217","ref":"217","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/217","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/217","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/217.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":441,"text":"τοὺς διὰ πολυτελῶν ἐνδυμάτων καὶ ἀνιδημάτων ὡραῖσμοὺς, καλλωπιζομένων ἡβᾷ μὲν ἔξωθεν τῶν ἐμπαθῶν, ἔνδοθεν δὲ περικειμένων ὡς δυσειδὲς προσωπεῖον τὰ πάθη τῆς ἀτιμίας, καὶ ὄντως ἐξομοιουμένων τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔνδοθεν δὲ γέμουσι δυσωδίας καὶ πάσης ἀκαθαρσίας· δουλωθέντα γὰρ τῇ κακίᾳ τὰ αἰσθητήρια ταῦτα, ἔσωθέν τε καὶ ἔξωθεν, ἐγγύθεν τε καὶ πόῤῥωθεν, ἐπισπᾶται τὰ μίση· καὶ οὕτως οὐ μόνον ἐξέρχεται, ἀλλὰ καὶ εἰσέρχεται διὰ τῶν ἐν ἡμῖν ἐμφύτων θυρίδων ἡ πρὸς θάνατον ἀμαρτία· «Τὰ γὰρ ἐκπορευόμενα διὰ τοῦ στόματος, φησίν, ἐκεῖνά ἐστι τὰ κινοῦντα τὸν ἄνθρωπον·» καὶ, «Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Ἡ δὲ τοιαύτη φιλοσώματος ψυχὴ, τὸ κατ´ αἴσθησιν ἡδὺ παντὶ τρόπῳ θηρωμένη, καὶ τῆ κατὰ τῆ ἁφήν τε καὶ γεῦσιν καὶ τὰς ἄλλας αἰσθήσεις ἡδονῇ πανταχόθεν συμφέρουσα τὰς ὕλας, γεννᾷ τῆ φλοκτημοσύνην καὶ τῆ φιλαργυρίαν· αἱ δέ τὰς κλοπὰς, καὶ τὰς ἀδικίας καὶ τὰς ἁρπαγὰς, καὶ πᾶν εἰδος πλεονεξίατ. Ἕστι δὲ καὶ ἄλλη παρὰ ταύτας, ἀνὰ τῶν σωματικῶν αἰσθητηρίων, περιεκτικωπάτη αἴσθησις ἔνδοθεν, ἡ φαντασία, καθ´ ἡν καὶ αὐτὴν ἡδοναί τε ἕτεραι καὶ πάθη φύονται τοῖς φιλοκόσμοις, ἴν ἐστιν ἡ οἴησις, ἡ φυσίωσις, καὶ ἡ ἀλαζονεία. Ἀλλὰ καὶ μικτά τινα πάλιν ἔτερα πάθη ἐξαἰσθήσεω· συνίστανται καὶ φαντασίας· ταῦτα δέ ἐστιν ἀνθρωπαρέσκεια, κενοδοξία, καὶ ὑπερηφανία. Ἡ μὲν οὖν κατὰ ψυχὴν ἐκ Θεοῦ καὶ τῶν θείων ἡδονὴ καθαρά ἐστι καὶ ἀπαθὴς καὶ ἀμιγὴς ὀδύνης· ὁ δὲ κόσμος οὗτος τῇ ἡδονῇ φυσικῶς συμφέρει τῆ ὀδύνην, οὐ μόνον διὰ τὰς πολυτρόπους μεταβολὰς καὶ ἀλλοιώσεις, ἀλλ´ ὅτι καὶ μόριον ἐλάχιστον ἑκάστω παρέχων, τοῦ πλείονος ἀποστερεῖ· εἷς γὰρ ὤν ὁ κόσμος, εἰς μυρίους καὶ ἀναριθμήτους μερίζετει σχεδὸν, ὧν ἔκαστος ὅλον αὐτὸν ἔχειν τε καὶ ἄρχειν ἐπιποθεῖ καὶ σπεύδει. Τοῦ παντὸς οὗν ὁ φιλόκοσμος ἐπιθυμῶν, κἂν τὸ πλέον ἔχῃ πρὸς τὸ πᾶν, κἂν ὁλίγου μέν τινος μετέχῃ, πλέον δέ τινος τῶν ἄλλων, αὐτὸς μὲν λυπεῖται τῇ στερήσει, τὸν δὲ πρὸς αὐτὸν ἐλαττούμενον τῷ πλεονασμῷ λυπεῖ. Τῆς μέντοι κατὰ νοῦν καὶ θείας ἀπολαύσεως καὶ ἡδονῆς ἀμερίστῳ μεριζομένης, κἂν εἰ πάσης δεκτικός τις γένοιτο, τοὺς ἄλλους οὐ παραβλάπτει· καὶ τῆ εὐσέβειαν γὰρ ἕκαστος ἡμῶν ὁλόκληρον ἔχει, καὶ τῆ τοῦ πλησίον οὐ λυμαίνεται, μᾶλλον δὲ καὶ συνεογεῖ πολυειδῶς. Ὁ μὲν οὖν κόσμος οὐτος, καθάπερ ἔφην, μετὰ τὴς ἡδονῆς καὶ ὀδύνην προξενεῖ· τὸ δὲ ἡμέτερον σῶν τῆ μέν ἡδονὴν ἀποδέχεται, τῆ δὲ ὀδύνην ἀπαναίνεται· διὸ καὶ ὁ αὐτὸς αὐτῷ κόσμος, προσηνής ἐστι καὶ ἀνήμερος. Οἱ δὲ τῆς φιλίας τοῦ σώματος ἐξηρτημένοι, τῆ τοῦ κόσμου φύσιν ἀγνοήσαντες, ὡς μὴ´ μόνον ἐνήδονός ἐστιν, ἀλλὰ καὶ ἀνώδυνος, καὶ μὴ συνορῶντες ὅτι φευκτόν ἐστιν αὐτοῖς οἴκοθεν ὃ περιέπουσι, πρὸς μὲν τῆ τῶ κόσμῳ συμπεφυκυῖαν ἁπαρεσκόμενοι ὀδύνην, ὡς ἐν νυκτομαχίᾳ δὲ τὸ τοῦ πάθους αἴτιον ἀγνοοῦντες, ἀλλήλους ἐπὶ ταῖς συμβαινούσαις ἑκάστοτε δυσχερείαις αἰτιῶνται. Κἀντεῦθεν","prev":{"citation":"Homiliae 216","label":"216","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/216","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/216"},"next":{"citation":"Homiliae 218","label":"218","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/218","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/218"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}