{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 219","citation":"Gregorius Palamas, Homiliae 219","ref":"219","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/219","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/219","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/219.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":396,"text":"οὖν τὸν πλάνον τοῦτον κόσμον καὶ κοσμοκράτοῳα, καὶ δείξωμεν ἡμᾶς αὐτοὺς διὰ τῶν ἀγαθῶν ἡμῶν ἔργων ἔργα ὄντας τῶν παναγάθων τοῦ Θεοῦ χειρῶν. Οὔτω γὰρ καὶ τοῖς παροῦσι καλῶς χρησόμεθα, καὶ τῶν ἐπηγγελμένων κατὰ καιρὸν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ´ οὗ τῷ Πατρὶ πρέπει δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΛΔʹ. Εἰς τὴν σεπτὴν Μεταμόρφωσιν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐν ᾗ παράστασις, ὅτι τὸ κατὰ´ αὐτὴν φῶς ἄκτιστόν ἐστι. Ἐπαινοῦμεν καὶ ἡμεῖς καὶ θαυμάζομεν ἀναθεωροῦντες τὴν μεγαλουργίανταύτην τοῦ Θεοῦ, τὴν ὁρω μένην ἅπασαν λέγω κτίσιν. Ἐπαινοῦσι ταύτην καὶ θαυμάζουσιν ἐξερευνῶντες καὶ οἱ τῶν Ἐλλήνων σοφοί. Ἀλλ´ ἡμεῖς μὲν εἰς δόξαν τοῦ κτίσαντος, ἐκεῖνοι δὲ κατὰ τῆς δόξης τοῦ κτίσαντος· «Ἐλάτρευσαν» γὰρ ἀθλίως τῇ κτίσει παρὰ τὸν κτίσαντα. Οὕτω καὶ τὰς προφητικὰς καὶ ἀποστολικὰς καὶ πατρικὰς φωνὰς διασαφοῦμεν καὶ ἡμεῖς, ἀλλ´ εἰς ὠφέλειαν τῶν ἐντυγχανόντων, καὶ ὕμνον τοῦ διὰ τῶν Προφητῶν καὶ Ἀποστόλων καὶ Πατέρων λαλήσαντος Πνεύματος. Ἐπιχειροῦσι ταύτας διερμηνεύειν καὶ οἱ κατὰ καιροὺς πονηρᾶς αἱρέσεως προῖστάμενοι, ἀλλ´ εἰς βλάβην τῶν αὐτοῖς πειθομένων, καὶ τῆς κατὰ´ κὐσέβειαν ἀληθείας ἀθέτησιν, ταῖς τοῦ Πνεύματος φω. ναῖς κατὰ τοῦ Πνεύματος χρώμενοι. Καὶ αὐτὸν δὲ τὸν τοῦ Εὐαγγελίου τῆς χάριτος λόγον ὑψηλὸν ὄντα, καὶ πρεσβυτικαῖς ἀκοαῖς καὶ διανοίαις κατάλληλον, αἱ θεοφόροι Πατέρες ἡμῶν, διὰ τῶν οἰκείων στομάτων, καταλεαίνοντες, κατάλληλον αὐτὸν καὶ τοῖς ἀ ελέσιν ἡμῖν ἀπεργάζονται, Καθάπερ αἱ φιλόπαιδες μητέρες διαμασώμεναι τὴν στερεωτέραν τροφὴν εὔχρηστόν τε καὶ εὐπαράδεκτον καὶ τοῖς ὧπομαζίοις ἔτι κατασκευάζουσιν· ἐπεὶ καὶ τὸ ἐν τοῖς στόμασι τῶν κατὰ σῶμα μητέρων ὑγρὸν τροφὴ γίνεται τοῖς παισὶ, καὶ τὰ ἐν ταῖς καρδίαις τῶν θεοφόρων Πατέρων νοήματα, πρόσφορος τροφὴ γίνεται ταῖς τῶν ἀκουόντων καὶ πειθομένων ψυχαῖς· τῶν δὲ πονηρῶν καὶ κακοδόξων τὰ στόματα ἰοῦ γέμει θανατηφόρου· οὗ μιγνυμένου τοῖς ῥήμασι τῆς ζωῆς, θανατηφόρα καὶ ταῦτα τοῖς ἀπερισκέπτως ἀκούουσι γίνεται. Φύγωμεν οὖν τοὺς τὰς Πατρικὰς ἐξηγήσεις μὴ παραδεχομένους ἀλλὰ παρ´ ἑαυτῶν πειρωμένους εἰσάγειν τὰ ἐναντία· καὶ τὰς μὲν τῷ γράμματι λέξεις περιέπειν ὑποκρινομένους, τὴν δὲ εὐσεβῆ διάνοιαν ἀπωθουμένους· καὶ φύγωμεν μᾶλλον, ἢ φεύγει τις ἀπὸ ὄφεως· ὁ μὲν γὰρ ἐνδακὼν τὸ σῶμα θανατοῖ πρόσκαιρα, τῆς ἀθανάτου ψυχῆς χωρήσας· οἱ δὲ τῆς ψυχῆς αὐτῆς λαβόμενοι τοῖς ὀδοῦσι χωρίζουσιν αὐτὴν τοῦ Θεοῦ, ὅπερ ἐστὶ θάνατος αἰώνιος τῆς ἀθανάτου ψυχῆς. Φεύγωμε οὖν τοὺς τοιούτους πάσῃ δυνάμει, καὶ προσφεύγωμεν τοῖς ὑποτιθεμένοις τὰ εὐσεβῆ καὶ σωτήρια, ὡς συνᾴδοντα ταῖς Πατρικαῖς παραδόσεσι. ωορρρωοοος κασσχχοσορεοννς iΟΜΙΙΑ ΧΧΧΙν.","prev":{"citation":"Homiliae 218","label":"218","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/218","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/218"},"next":{"citation":"Homiliae 220","label":"220","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/220","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/220"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}