{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 226","citation":"Gregorius Palamas, Homiliae 226","ref":"226","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/226","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/226","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/226.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":408,"text":"Αθῆ «Τῷ καιρῷ ἐκείνῳ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Ιέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ´ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἤλιος.» Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας, ἀδελφοί, ἡμέρα θεία καὶ καινὴ καὶ ἀίδιος, οὐ διαστήμασι μετρουμένη, οὐκ αὐξομένη καὶ μειουμένη, οὐ διακοπτομένη νυκτί· καὶ γὰρ ἡλίου δικαιοσύνης ἡμέρα ἐστὶ, παρ´ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα· ὃς ἀφ ἧς εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος ἐφ´ ἡμᾶς φιλανθρώπως λάμψας, ἐξήγαγεν ἡμᾶς ἀπὸ σκότους εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς, διατείνει τὸν ἀεὶ χρόνον ὑπὲρ κεφαλῆς λάμπων, ἄδυτος ὑπάρχων ἤλιος. Ἥλιος δὲ δικαιοσύνης τε καὶ ἀληθείας ὤν, οὐκ ἀνέχεται φαίνειν καὶ ἀκριβῶς ἐπιγινώσκεσθαι τοῖς τὸ ψεῦδος περιέπουσι, καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλοῦσιν, ἢ δι´ ἔργων ἐπιδεικνυμένοις· ἀλλὰ τοῖς ἐργάταις τῆς δικαιοσύνης, καὶ τοῖς ἐρασταῖς τῆς ἀληθείας ἐπιφαίνεται καὶ πιστεύεται, καὶ τούτους εὐφραίνει ταῖς λαμπηδόσι. Καὶ τοῦτό ἐστιν ὅπερ ἡ Γραφὴ λέγει· «Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ ἡ τούτου σύζυγος εὐφροσύνη.» Διὰ τοῦτο καὶ ὁ ψαλμῳδὸς Προφήτης ἄδει πρὸς Θεόν· «Θαβὼρ καὶ Ἐρμών ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται,» τὴν ἐγγενομένην ἐπ´ ὄρους ὕστερον ἀφ τῆς ἐλλάμψεως ἐκείνης εὐφροσύνην τοῖς ἰδοῦσι προγράφων. Ὁ δὲ Ἠσαΐας· «Λύε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα.» Εἶτα τί; «Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ πορεύσεται ἔμπροσθεν ἡ δικαιοσύνη σου, καὶ ἡ δόξι τοῦ Θεοῦ περιστελεῖ σε.» Καὶ πάλιν· «Ἐὰν ἀνέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι ἄρτον ἀφ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τοτε ἀνατελεῖ ἐν σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία·» καὶ γὰρ ἄλλους ἡλίους καὶ αὐτοὺς ποιεῖ, οἷς ἄν ὁ ἥλιος οὗτος ἐμφανῶς ἐπιλάμψοι· λάμψουσι γὰρ καὶ οἱ δίκαιοι ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ἀποθώμεθα οὗν, ἀδελφοὶ, τὰ ἔργα τοῦ σκότους, καὶ ἐργαζώμεθα τὰ ἔργα τοῦ φωτὸς, ἵνα μὴ μόνον ὡς ἐν ἡμέρᾳ τοιαύτῃ εὐσχημόνως περιπατήσωμεν, ἀλλὰ καὶ ἡμέρας υἱοὶ γενώμεθα· καὶ δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος ἔνθα Χριστὸς ἔλαμψεν, ἵνα τὰ ἐκεῖ κατίδωμεν, μᾶλλον δὲ τοιούτους ὄντας, καὶ τοιαύτης ἡμέρας γεγονότας ἀξίους, αὐτὸς ἡμᾶς ὁ τῷ Θεοῦ Λόγος ἀναβιβάσει κατὰ καιρόν. Νῦν δὲ συντείνατε καὶ ἀνατείνατε τὸ ὄμμα τῆς διανοίας, παρακαλῶ, πρὸς τὸ φῶς τοῦ εὐαγγελικοῦ κηρύγμασος ὡς ἂν μεταμορφωθῆτε τέως τῇ ἀνακαινίσει τοῦ νοὸς ὑμῶν, καὶ οὕτω τὴν ἄνωθεν θείαν αἴγλην ἐπισπασάμενοι, σύμμορφοι γένησθε τῷ ὁμοιώματι τῆς δόξης Κυρίου, οὗ τὸ πρόσωπον ἐπ´ ὄρους ἔλαμψε","prev":{"citation":"Homiliae 225","label":"225","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/225","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/225"},"next":{"citation":"Homiliae 227","label":"227","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/227","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/227"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}