{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 227","citation":"Gregorius Palamas, Homiliae 227","ref":"227","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/227","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/227","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/227.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":427,"text":"ἡλιακὸν τοῦτο φῶς οὐκ ἦν ὡς ἐν σκεύει τῷ δίσεῳ τούτῳ· τὸ μὲν γὰρ πρωτόγονόν ἐστι, τὸν δὲ δίσκον τῇ τετάρτῃ τῶν ἡμερῶν παρήγαγεν ὁ τὰ πάντα παραγαγὼν, ἐνάψας αὐτῷ τὸ φῶς, καὶ οὕτως ὑποστήσας ἡμεροποιὸν ἅμα καὶ ἡμεροφανῆ φωστῆρο οὕτω δὴ καὶ τὸ φῶς τῆς θεότητος ἦν ὄτε οὐκ ἦν ὡς ἐν σκεύει τῷ Χριστοῦ σώματι· τὸ μὲν γὰρ προΚἀναρχόν ἐστι, τὸ δὲ πρόσλημμα, ὃ παρ´ ἡμῶν ἀνέλαβεν ὁ τοῦ Θεοῦ Υἱὸς, νῦν ὕστερον ὑπὲρ ἡμῶν παρήχθη, τὸ πλήρωμα τῆς θεότητος ἐν ἑαυτῷ λαβὸν, καὶ οὔτω θεοποιὸς ἅμα καὶ θεοφεγγὴς ὁ ἀναπέφηνε φωστήρ. Οὕτως ἔλαμψε τὸ τοῦ Χριστοῦ πρόσωπον ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. Ὁ δὲ Μάρκος φησί· «Στὴβοντα λευκὰ λίαν ὡς χιὼν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι.» Ἐλαμπρύνθη μὲν οὖν τῷ αὐτῳ φωτὶ καὶ τὸ προσκυνητὸν ἐκεῖνο τοῦ Χριστοῦ σῶμα καὶ τὰ ἱμάτια, ἀλλ´ οὐκ ἐπίσης· τὸ μὲν γὰρ πρός ωπον αὐτοῦ ὡς ὁ ἥλιος ἔλαμψε, τὰ δὲ ἱμάτια ὡς ἐγγίζοντα τῷ σώματι ἐκείνου φωτεινὰ ἐγένετο, καὶ διὰ τούτων ἔδειξε, τίνες αἱ στολαὶ τῆς δόξης, ἂς ἐνδύσονται κατὰ τὸν μέλλοντα αἰῶνα οἱ ἐγγίζοντες Θεῷ, καὶ τίνα τὰ ἐνδύματα τῆς ἀναμαρτησίας, ἃ διὰ τὴν παράβασιν ὁ Ἀδὰμ ἀπεκδυσάμενος, γυμνὸς ἑωρᾶτο καὶ κατῃσχύνετο. ΚΛουκᾶς μὲν οὖν ὁ θεῖος, «Ἐγένετο, φησὶ, τὸ τἶδος αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων·» τὰ ἐκεῖ τελούμενα πάντα πρὸς οὐδὲν παράδειγμα βλέπων. Ὁ δὲ Μάρκος εἰκονίζει μὲν τὰ ἱμάτια, εἰπὼν δέ, «στίλβοντα λευκὰ λίαν ὡς χιὼν,» ἔδειξε καὶ οὗτος τὰς εἰκόνας καὶ τὰ παραδείγματα πρὸς τὴν θέαν τῶν ἱματίων ἐκείνων ἀπολειπόμενα· ἡ γὰρ χιὼν λευκὴ μέν ἐστιν, ἀλλ´ οὐχὶ καὶ στίλβουσα· καὶ γὰρ ἀνώμαλον ἀεὶ τὴν ἐπιφάνειαν ἔχει, οἷον ἐκ λεπτῶν τινων πομφολύγων συνκειμένη πᾶσα διὰ τὴν τοῦ ἐνυπάρχοντος ἀέρος μίξιν· μήπω γὰρ συστὰν τελέως τὸ νέφος, μηδὲ τὸν ἐναπειλημμένον ἀέρα δυνηθὲν ἐκθλίψαι, τῷ σφοδρῷ ατοῦ κρύους πήγνυται, καὶ οὕτως ἀεροφόρον καταφέρεται, ἀφρῷ παραπλησίως ἔχον κατὰ τὸ λευκὸν ῥμοῦ τε καὶ ἀνώμαλον. Ὡς οὖν μὴ ἀρκοῦντος τοῦ λευκοῦ τῆς χιόνος εἰς παράστασιν τοῦ τερπνοῦ τῆς θέας ἐκείνης, καὶ τὸ στίλβειν συμπαρελήφθη· προσέτι καὶ διὰ τούτων τοῦ Εὐαγγελιστοῦ δεικνύντος ὑπερφυὲς τὸ φῶς ἐκεῖνο, δι´ οὗ λαμπρά τε καὶ λευκὰ τὰ ἱμάτια γέγονεν ἐκεῖνα· οὐ γὰρ φωτὶς τὰ λαμπόμενα λευκά τε καὶ στίλβοντα ποιεῖν, ἀλλ´ ὁποῖο Κτὴν χροιὰν δεικνύναι· τέδ´ ὡς ἔοικεν ἐπεκάλυψε, μᾶλλον δὲ ἠλλοίωσεν αὐτὰ, ὃ φωτὸς οὐκ ἔστιν αἰσθητοῦ. Τὸ δ´ ἔτι παραδοξότερον, ὅτι καὶ ἀλλοιῶσαν, ἀναλλοίωτα τηνικαῦτα διετήρησεν αὐτὰ, ὡς μετὰ μικρὸν ἐδείχθη. Ποῦ ταῦτα φωτὸς ἡμῖν γνωρίμου; Διὰ τοῦτο ὁ Εὐαγγελιστὴς οὐ τὴν ὑπερέχουσαν μόνην τοῦ προσώπου Κυρίου λαμπρότητα καὶ καλλονὴν ἐκείνην, ἀλλὰ καὶ τὴν ὡραιότητα τῶν ἱματίων","prev":{"citation":"Homiliae 226","label":"226","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/226","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/226"},"next":{"citation":"Homiliae 228","label":"228","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/228","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/228"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}