{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 228","citation":"Gregorius Palamas, Homiliae 228","ref":"228","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/228","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/228","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/228.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":386,"text":"ἤγαγε, τῷ λευκῷ τῆς χιόνος τὴν στιλπνότητα συνόψας· ἐπεὶ δὲ καὶ ἡ τέχνη δοκεῖ τινα καλλονὴν προσεφευρίσκειν τῇ φύσει, καὶ τῶν τεχνητῶν ὡραισμῶν ἐκείνην τὴν καλλονήν ὑπερτιθεὶς, οἷα, φησί, γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι. Ἀλλὰ γὰρ ὁ δι´ ἡμᾶς σαρκωθεὶς προαιώνιος Λόγος, ἡ ἐνυπόστατος σοφία τοῦ Πατρὸς, καὶ τὸν λόγον τοῦ εὐαγγελικοῦ κηρύγματος ἐν ἑαυτῷ φέρει πάντως· οὗ καθάπερ ἱματισμὸς τὸ γράμμα ἐστὶ, λευκὸν μὲν ὃν καὶ σαφὲς, ἅμα δὲ καὶ στίλβον καὶ λαμπρὸν καὶ οἷον μαργαρῶδες, μᾶλλον δὲ θεοπρεπὲς καὶ ἔνθεον τοῖς ἐν πνεύματι τὰ τοῦ Πνεύματος ὁρῶσι, καὶ διασαφοῦσι τὰς ἐν τῷ γράμματι λέξεις θεοπρεπῶς, καὶ τοιαῦτα δεικνῦσι τὰ ῥήματα τοὺ εὐαγγελικοῦ κηρύγματος, οἷα γναφεὺς ἐπὶ τῆς γῆς, τουτέστι σοφὸς τοῦ αἰῶνος τούτου οὐ δύναται διασαφῆσαι· καὶ τί λέγω διασαφῆσαι; Οὐδὲ γὰρ δύναται γνῶναι διασαφοῦντος ἐτέρου· ψυχικὸς γὰρ ἄνθρωπος, καθά φησιν ὁ Ἀπόστολος, οὐ δέχεται τὰ τοῦ Πνεύματος, οὐδὲ δύναται γνῶναι· διὸ καὶ εἰς αἰσθητὰς παραγνωρίζει τὰς ὑπὲρ νοῦν καὶ θείας καὶ πνευματικὰς ἐλλάμψεις, ἃ μὴ ἑώρακεν ἐμβατεύων, Ζᾷ εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτου. Ἀλλ´ ὁ Πέτρος ὑπὸ τῆς μακαριωτάτης θέας ἐκείνης καταυγασθεὶς τὴν διάνοιαν, καὶ πρὸς ἔρωτα θεῖον καὶ πόθον ἐπαρθεὶς μείζονα, τοῦ φωτὸς ἐκείνου διαστῆναι μηκέτι θέλων, «Καλόν ἐστιν ἡμᾶς ὧδε. εἶναι,» πρὸς τὸν Κύριον ἔλεγε. «Εἰ θέλεις ποιήσωμεν ὧδε τρεῖς σκηνὰς, σοὶ μίαν, καὶ Μωσεῖ μίαν, καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει·» οὔπω γὰρ ὁ καιρὸς ἐφειστήκει τῆς ἀποκαταστάσεως· ἀλλὰ καιροῦ ἐπιστάντος, οὐ χειροποιήτων δεησόμεθα σκηνῶν. Ἀλλ´ οὐδ´ ἐξισοῦν ἔδει τῷ Δεσπότη τοὺς δούλους διὰ τῆς τῶν σκηνῶν ὁμοιότητος· ὁ δὲ γὰρ Χριστὸς ὡς Υἱὸς γνήσιος ἐν τοῖς κόλποις τοῦ Πατρός ἐστιν· οἱ δὲ προφῆται καταλλήλως ὡς υἱοὶ γνήσιοι τοῦ Ἀβραὰμ ἐν τοῖς κόλποις Ἀβραὰμ οἰκοῦσιν. Ὡς οὗν ταῦτα ὁ Πέτρος μὴ εἰδὼς ἔλεγεν, «Ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτοὺς,» διακόπτουσα τοὺς Πέτρου λόγους, καὶ δεικνῦσα τίς ἡ τῷ Χριστῷ πρέπουσα σκηνή. Ἀλλὰ τίς αὕτη ἡ νεφέλη, καὶ πῶς φωτεινὴ οὖσα,, ἐπεσκίασεν αὐτούς; Μὴ αὕτη τὸ ἀπρόσιτόν ἐστι φῶς ἐν ᾧ ὁ Θεὸς κατοικεῖ, καὶ ὃ φῶς ἀναβάλλεται ώς ἱμάτιον; «Ὁ τιθεὶς γὰρ, φησί, νέφη τὴν ἐπίβασιν αὐτοῦ,» καὶ, «Ἕθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.» Καίτοι καθά φησιν ὁ Ἀπόστολος· «Μόνος ἔχων ἀθανασίαν, φῶς οἴκῶν ἀπρόσιτόν·» ὥστε τὸ αὐτὸ καὶ φῶς ἐστιν ἐνταυθοῖ καὶ σκότον, δι´ ὑπερέχουσαν φανότητα ἐπι.σκιάζον. Ἀλλὰ καὶ τὸ τοῖς ἀποστολικοῖς ὀφθαλμοῖς πρότερον ὀρώμενον ἀπρόσιτόν ὑπὸ τῶν ἱερῶν θεολόγων","prev":{"citation":"Homiliae 227","label":"227","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/227","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/227"},"next":{"citation":"Homiliae 229","label":"229","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/229","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/229"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}