{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 23","citation":"Gregorius Palamas, Homiliae 23","ref":"23","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/23","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/23","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/23.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":425,"text":"κατ´ αἴσθησιν μόνην ζῶσα. Δι´ ἡμᾶς οὐκοῦν γέγονε, τοὺς αἰσθήσει μὲν ἀπολαύοντας τῆς τε ἄλλης χρείας καὶ τοῦ κάλλους των ὁρωμένων, νῷ δὲ δι´ αἰσθήσεως τῶν τοιούτων σημείων ἔχοντας. Δι´ ἡμᾶς πρὸ ἡμῶν γῆν ἐθεμελίωσεν, ἐφήπλωσε θάλασσαν, πλουσίως ἐπ´ αὐτὰ τὸν ἀέρα ἐξέχεε, καὶ ὑπὲρ τοῦτον ἀνῆψε περαιτέρω πανσόφως τὴν πυρὸς φύσιν, ἵνα καὶ τοῦ ψύχους τῶν κάτω θραύῃ τὴν ἀμετρίαν περιημμένον, καὶ τὴν οἱκείαν ἀμετρίαν ἐπὶ χώραν μένῃ κατέχον· εἰ δὲ καὶ τὰ ἄλογα τῶν ζώων τούτων χρήζει πρὸς σύστασιν, ἀλλὰ καὶ ταῦτα εἰς δουλείαν τῶν ἀνθρώπων ἐγένετο πρὸ ἡμῶν, ὡς καὶ ὁ προφήτης ψάλλει Δαβίδ. Τοῦτον μὲν οὖν τὸν σύμπαντα κόσμον διὰ τὴν τοῦ σώματος ἡμῶν σύστασιν ὁ πλάσας ἡμᾶς πρὸ τῆς ἡμῶν πλάσεως ἐκ τοῦ μὴ ὄντος παρήγαγε. Πρὸς δὲ βελτίωσιν ἠθῶν καὶ ὁδηγίαν πρὸς ἀρετὴν τί οὐκ ἐποίησεν ὁ φιλάγαθος δεσπότης; αὐτὸν τὸν αἰσθητὸν πάντα κόσμον, οἷόν τι κάτοπτρον ἀπειργάσατο τῶν ὑπερκοσμίων, ἵνα διὰ τῆς κατ´ αὐτὸν πνευματικῆς εωρίας, ὡς διά τινος θαυμασίας κλίμακος πρὸς ἐκεῖνα φθάνωμεν. Ἐνέθηκεν ἡμῖν ἔμφυτον νόμον, οἶόν τινα στάθμην ἀπαρέγκλιτον, καὶ κριτὴν ἀνεξαπάτητον, καὶ διδάσκαλον ἀπαραλόγιστον τὴν οἰκείαν ἐν ἑκάστῳ συνείδησιν, ἂν ἐν ἡμῖν αὐτοῖς γενώμεθα τῇ διανοίᾳ, διδασκάλου ἑτέρου πρὸς τὴν τοῦ ἀγαθοῦ κατανόησιν οὐ δεησόμεθα· ἂν ἔξω τῇ αἰσθήσει κα. λῶς διαπορθμεύσωμεν τὸν νοῦν, τὰ ἀόρατα τοῦ Θεοῦ τοῖς ποιήμασι νοούμενα καθορᾶται, φησὶν ὁ Ἀπόστολος. Τῇ φύσει οὕν καὶ τῇ κτίσει τὸ διδασκαλεῖον ἀνοίξας τῶν ἀρετῶν, ἀγγέλους ἐπέστηοε φύλακας, Πατέρας καὶ προφήτας εἰς ποδηγίαν ἀνήγειρεν, ἔδειξε σημεῖα καὶ τέρατα πρὸς πίστιν ἐνάγοντα, ἔδωκεν ἡμῖν τὸν γραπτὸν νόμον, Πᾳ βοηθοῦντα τῷ παρὰ τῆς λογικῆς ἡμῶν φύσεως νόμῳ καὶ τῇ παρὰ τῆς κτίσεως διδασκαλίᾳ. Τέλος, ἐπεὶ πάντων ἡλογήσαμεν, ὢ καὶ τῆς ἡμῶν ῥᾳθυμίας! καὶ τῆς τοῦ διαφερόντως ἡμᾶς φιλοῦντος μακροθυμίας ὁμοῦ καὶ κηδεμονίας! ἑαυτὸν ἡμῖν ἔδωκεν ὑπὲρ ἡμῶν, καὶ τὸν τῆς θεότητος κενώσας πλοῦτον εἰς τὴν ἡμετέραν ἐσχατιὰν, τὴν ἡμετέραν προσλαβόμενος φύσιν, καὶ καθ´ ἡμᾶς γεγονὼς ἄνθρωπος, διδάσκαλος ἡμῶν ἐχρημάτισε· καὶ αὐτὸς ἡμᾶς διδάσκει περὶ τοῦ μεγέθους τῆς ἰδίας φιλανθρωπίας, ἔργῳ καὶ λόγῳ ταύτην ὑποδεικνὺς, ἅμα καὶ πρὸς μίμησιν ἐνάγων τῆς συμπαθείας, καὶ τῆς ἀσυμπαθοῦς γνώμης ἀπάγων τοὺς ὑπακούοντας. Ἐπεὶ δὲ φίλτρον ἐγγίνεται μὲν καὶ τοῖς ἐπιμεληταῖς τῶν πραγμάτων, ὡς καὶ τοῖς τῶν προβάτων ποιμέσιν, ἔτι δὲ καὶ τοῖς δεσπόταις οὖσι τῶν ἰδίων κτημάτων, οὐ τοσοῦτον δὲ ὄσον τῆς καθ´ αἷμα καὶ συγγένειαν προσῳκειωμένοις καὶ τούτων μᾶλλον πατράσι πρὸς παῖδας τοὺς ἑαυτῶν, ἀπὸ τούτων ποιεῖται τῆς οἰκείας φιλανθρωπίας τὴν ἔνδειξιν, ἄνθρωπον λέγων ἑαυτὸν καὶ Πατέρα πάντων ἡμῶν· ἐπεὶ καὶ δι´ ἡμᾶς ἐγένετο ἄνθρωπος, καὶ διὰ τοῦ θείου βαπτίσματος καὶ τῆς ἐν αὐτῷ τοῦ θείο Ιiνεύματος χάριτος ημᾶς ἀνεγέννησεν. Ἄνθρωπος οὖν τις, φησίν, εἶχε δύο υἱούς· τὴν","prev":{"citation":"Homiliae 22","label":"22","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/22","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/22"},"next":{"citation":"Homiliae 24","label":"24","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/24","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/24"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}