{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 230","citation":"Gregorius Palamas, Homiliae 230","ref":"230","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/230","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/230","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/230.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":428,"text":"ζωὴν, αὐτοῦ ἀκούετε· κἂν λέγῃ, τὸ φῶς τοῦτο βασιλείαν εἶναι τοῦ Θεοῦ, αὐτοῦ ἀκούετε, καὶ αὐτῷ πιστεύετε, καὶ τοιούτου φωτὸς ἀξίους ἑαυτοὺς ποιεῖτε. Ἀλλὰ τῆς φωτεινῆς νεφέλης ἐκφανείσης, καὶ πατρικῆς φωνῆς ἐκ τῆς νεφέλης ἠχησάσης, Ἔπεσον, φησὶν, ἐπὶ πρόσωπον οἱ μαθηταὶ, οὐ δὰ τὴν φωνὴν, ἐπεὶ καὶ ἄλλοτε πολλάκις αὕτη γέγονεν, οὐκ ἐπὶ τὸν Ἰορδάνην μόνον, ἀλλὰ καὶ τοῦ σωτηρίου πάθους προσάγοντος ἐν Ἱεροσολύμοις· τοῦ Κυρίου γὰ εἰπόντος, «Πάτερ, δόξασόν σου τὸ ὄνομα·» ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· «Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω·» καὶ πᾶς μὲν ὁ ὄχλος ἤκουσεν, οὐδεὶς δὲ τούτων ἔπεσεν. Ἐνταῦθα δὲ οὐ φωνὴ μόνον, ἀλλὰ καὶ φῶς ἀχώρητον ἐξεφάνη μετὰ τῆς φωνῆς. Τούτου χάριν εἰκότως οὐ διὰ τὴν φωνὴν, ἀλλὰ διὰ τὸ τοῦ φωτὸς ἐξηλλαγμένον καὶ ὑπερφυὲς πεσεῖν ἐπὶ πρόσωπον τοὺς μαθητὰς ἐπέγνωσαν οἱ θεοφόροι· καὶ πρὶν γὰρ ἐνεχθῆναι τὴν φωνὴν ἔμφοβοι ἠσαν, ὡς ὁ Μάρκος φησὶν, ἀπὸ τῆς θεοφανείας ἐκείνης πάντως. Ἀλλ´ ὅταν διὰ τῶν τοιούτων πάντων θεῖον καὶ ὑπερφυὲς καὶ ἄκτιστον ἀναφσνῇ τὸ φῶς ἐκεῖνο, τί πάσχουσι πάλιν οἱ τῆς ἔξω καὶ ψυχικῆς παιδείας ὑπὲρ τὸ δέον ἐπειλημμένοι, καὶ μὴ δυνάμενοι γνῶναι τὰ τοῦ Πνεύματος; Ἐφ´ ἕτερον καταφέρονται κρημνόν· οὐ γὰρ δόξαν θείαν, οὐ Θεοῦ βασιλείαν, οὐ κάλλος, οὐ χάριν, οὐ λαμπρότητα, καθάπερ παρὰ θεοῦ καὶ τῶν θεολόγων ἐδιδάχθημεν, αὐτό φασιν, ἀλλὰ τὴν οὐσίαν εἶναι διαβεβαιοῦνται τοῦτο τοῦ θεοῦ, ὃ πρότερον αἰσθητὸν ἔλεγον εἶναι καὶ κτιστόν. Ὁ δὲ Κύριος ἐν τοῖς Εὐαγγελίοις οὐχ ἑαυτοῦ καὶ τοῦ Πατρὸς μόνου κοινὴν εἶναί φησι τὴν δόξαν ταύτην, ἀλλὰ καὶ τῶν ἁγίων ἀγγέλων, ὡς ὁ θεῖος συγγράφεται Λουκᾶς· «Ὅς γὰρ ἂν, φησὶν, ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὺτοῦ καὶ τοῦ Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων» Οἱ τοίνυν οὐσίαν εἶναι τὴν δόξαν ταύτην διατεινόμενοι τὴν αὐτὴν εἶναι φήσουσιν οὐσίαν τοῦ τε Θεοῦ καὶ τῶν ἀγγέλων, ὅπερ ἐσχάτης ἀσεβείας ἐστίν] Οὐχ οἱ ἄγγελοι δὴ μόνον, ἀλλὰ καὶ οἱ ἐν ἀνθρώποις ἅγιοι ταύτης μετέχουσι τῆς δόξης καὶ τῆς βασιλείας· ἀλλ´ ὁ μὲν Πατὴρ καὶ ὁ Υἱὸς μετὰ τοῦ θείοια Ινεύματος φύσει τὴν δόξαν ταύτην καὶ τὴν βασιλείαν ἔχουσιν, οἱ δὲ ἅγιοι ἄγγελοί τε καὶ ἄνθρωποι χάριτι ταύτης εὐμοιροῦσιν, ἐκεῖθεν δεχόμενοι τὴν ἑολαμψιν. Καὶ ὁ Μωϋσῆς δὲ καὶ ὁ Ἡλίας ἐν αὐτῇ τῇ δόξῃ σὺν αὐτῷ ὀφθέντες, τοῦτο ΠΘΘ παρέστησαν ἡμῖν. Ὁ δὲ Μωϋσῆς οὐ νῦν μόνον ἐπὶ τοῦ Θα βωρίου κοινωνὸς ὢν τῆς θεϊκῆς δόξης ἀνεφάνη, ἀλλὰ καὶ ἡνίκα τὸ πρόσωπον οὕτως ἐδοξάσθη, ὡς μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίζειν πρὸς αὐτό. λαὶ τοῦτο παρίστησιν ὁ λέγων, ὅτι τὴν ἀθάνατον τοῦ Πατρὸς δόξαν ἐν τῷ θνητῷ ὁ Μωϋσῆς ὑπεδέβατο προσώπῳ· καὶ ὁ πρὸς τὸν Εὐνόμιον ἀμετάδο-","prev":{"citation":"Homiliae 229","label":"229","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/229","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/229"},"next":{"citation":"Homiliae 231","label":"231","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/231","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/231"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}