{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 232","citation":"Gregorius Palamas, Homiliae 232","ref":"232","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/232","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/232","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/232.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":416,"text":"θέμενοι, στῶμεν ἐν γῇ ἁγία, τὴν καθ´ ἑαυτὸν ἕκαστος γῆν ἁγίαν δι´ ἀρετῆς καὶ τῆς πρὸς Θεὸν ἀνατάσεως ΟΟ ἀποδείξαντες· ὡς ἂν παῤῥησίαυ Κσχῶμεν ἐπιδημοῦντος ἐν φωτὶ τοῦ Θεοῦ, καὶ φω τισθῶμεν προσδραμόντες, καὶ συνδιαιωνίσωμεν φωτιζ μενοι εἰς δόξαν τῆς τρισηλίου καὶ μοναρχικωτάτη φαιδρότητος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΛϚʹ Εἰς τὸ τῆς δεκάτης πρώτης Κυριακῆς Εὐαγγέλιον τοῦ εὐαγγελιστοῦ Ματθαίου, ὑπόθεσιν ἔχον τὴν παριαβολὴν τὴν λέγουσαν· «Ὡμοιώθη α ἄασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ἠθέλησε συνᾶραι λόγον·» ἐν ᾗ καὶ περὶ ἀνεξικακίας καὶ συμπαθείας. Θεὸς αὐτεξούσιον πλάττων τὸν ἄνθρωπον μεγάλης αὐτὸν προμηθείας ἠξίωσεν, ὥστε μὴ πρὸς τὸ κακὸν, ἀλλὰ πρὸς τὸ ἀγαθὸν νεῦσαι, τῷ αὐτεξουσίῳ καλῶς χρησάμενον. Εὐθὺς οὖν αὐτὸν ποιῶν, κατ´ εἰκόνα τοῦτον ἑαυτοῦ ποιεῖ καὶ ὁμοίωσιν, ὡς ἂν αὐτός τε πρὸς τὸ ἀρχέτυπον ἀγαθὸν βλέπων, μὴ ἐκπίπτῃ τῆς ἀγαθότητος, καὶ ὁ Θεὶς πάλιν πρὸς αὐτὸν, ὡς πρὸς οἰκείαν εἰκόνα μᾶλλον, ἢ πρὸς τὰ παρ´ αὐτοῦ πάντα γεγονότα, πλουσίαν δικαίως τὴν οἰκείαν χρηστότητα κἀν τοῖς ἑξῆς ἐπιδείξηται. Κἀντεῦθεν πάλιν ἐκ περιουσίας ἔλκει τοῦτον διὰ μιμήσεως πρὸς τὴν σύμμετρον αὐτῷ καὶ κατάλληλον ἀγαθότητα· καὶ γὰρ ἀγαθὸν εἶναι καὶ τὸν ἄνθρωπον δυνατὸν κατ´ εἰκόνα τοῦ κτίσαντος ἐκ τῆς πρὸς τοῦτον μιμήσεως· ἀπαραλλάκτως δὲ καὶ ὅσον ἀγαθός ἐστιν ὁ Θεὸς, καὶ ἄνθρωπόν τινα εἶναι, τῶν ἀδυνάτων ἐστίν. Σκοπεῖτε δὴ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν εἰς ἡμᾶς τοῦ Θεοῦ χαρισμάτων, καὶ οἷον ἑαυτὸν ἡμῖν παρέχει προτιθεὶς εἰς εὐποιίας ὑπόδειγμα. Καὶ παρήσω νῦν τὰς ἐμφύτους ἡμῖν ἂς ἔδωκεν ἔχειν εὐεργεσίας, πρὸς ἂς μόνας ἀπιδὼν ὁ Δαβ δ, πρὸς αὐτὸν ἔλεγεν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν·» ἀλλὰ τὰ ἔξωθεν καὶ περὶ ἡμᾶς νῦν καὶ ταῦτα συντεμὼν ἐρῶ· τὰ γὰρ ὁρατὰ πάντα καὶ τὰ ἀόρατα διὰ τὸν ἄνθρωπον ἀπειργάσατο· οὐ γὰρ οὐρανὸν καὶ γῆν καὶ ὕδωρ, καὶ ἀέρα καὶ πῦρ καὶ τὰ ἐν τούτοις ἅπαντα, ζώων ἢ φυτῶν παντοδαπὰς ἰδέας, ὃ· οὐδὲ ἀπαοιθμήσασθαι κατὰ μέρος ἡμῖν ἐξέσται, ἀλλὰ καὶ αὐτὰ τῶν ἀγγέλων τὰ πολυειδῆ καὶ πολυάριθμα πλήθη διὰ τὸν ἄνθρωπον ἀπειργάσατο, τοὺς μὲν κοσμαγωγοὺς τάξας καὶ ἐξάρχοντας τῶν ἐθνῶν, καθάπερ οἱ τοῦ Θεοῦ προφῆται παρ´ αὐτοῦ μαθόντες ἡμᾶς διδάσκουσι, τοὺς δὲ διακόνους ὑπὲρ τῶν μελλόντῶν κληρονομεῖν τὴν αἰώνιον σωτηρίαν, ὡς ὁ μέγας Παῦλος καὶ αὐτὸς παρὰ Θεοῦ μαθὼν ἡμῖν ἀπεκάλυψε. Καὶ τί λέγω τὰ γεγονότα ὑπ´ αὐτοῦ πάντα· καὶ αὐτὸς γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν ἐποίησεν ἄνθρωπον. Καὶ τίς ἂν ἐξείποι λόγος τοὺς ὑπὲρ ἡμῶν οὓς ΟΤ ἐλάλησε δι´ ἑαυτοῦ λόγους, τὴν πολιτείαν, τὰς ἀρετάς, ἃς ἡμῖν ὑπέδειξε δι´ ἑαυτοῦ, τῶν θαυμάτων τὸ μέγεθος, ἅπερ ὑπὲρ ἡμῶν πεποίηκε δι´ ἑαυτοῦ;","prev":{"citation":"Homiliae 231","label":"231","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/231","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/231"},"next":{"citation":"Homiliae 233.1-10","label":"233.1 to 233.10","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/233.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/233.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}