{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 235","citation":"Gregorius Palamas, Homiliae 235","ref":"235","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/235","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/235","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/235.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":433,"text":"Καὶ τὰ ἑξῆ δὲ τῆς παραβολῆς τοῦ παρόντος ἐστὶν αἰῶνος· «Ἐξελθὼν γὰρ, φησίν, ὁ δοῦλος ἐκεῖνος, εὖρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια· καὶ κρατήσας αὐτὸν ἔπνιγε, λέγων· Ἀπόδος μοι εἴ τι ὀφείλεις.» Καὶ προσπίητοντα καὶ παρακαλοῦντα καὶ ὑπισχνούμενον οὐδὲ μετρίως ἠλέησεν, ἀλλ´ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν, ἕως οὖ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον. Ποία τοίνυν ἔξοδος, ἐπιστάντος ἐκείνου τοῦ καιροῦ τίς ὀφειλὴ τότε πρὸς ὁμοδούλους; τίς ἀπαίτησις σί ἐπίθεσις; Ἀλλὰ καὶ, «Πεσὼν, φησὶν, ὁ σύν δοῦλος αὐτοῦ πρὸς τοὺς πόδας αὐτοῦ, παρεκάλεε, λέγων· Μακροθύμησον ἐπ´ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω· ὁ δὲ οὐχ ὑπήκουσεν, ἀλλ´ ἔβαλεν αὐτὸν εἰς φυλακὴν, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον. « Ἑπὶ δὲ τοῦ μέλλοντος αἰῶνος βίαν παρ´ ἀλλήλων πάσχειν ἡμᾶς οὐκ ἔστιν, οὐδὲ προσκυνεῖν ἀλλήλοις καὶ ἱκετεύειν· εἶς γάρ ἐστιν, ᾧ τότε πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Ἀλλ´ ἕνεκα τῆς τοσαύτης πρὸς τὸν σύν δοῦλον ἀσπλαγχνίας λυποῦνται μὲν, φησὶν, οἱ ἄλλοι σύνδουλοι σφόδρα, διασαφοῦσι δὲ τῷ Κυρίῳ ἄπαντα τὰ γενόμενα· ὁ δὲ ὀργισθεὶς καὶ τὸν ἀσυμπαθῆ δοῦλον ἐλέγξας, παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἔως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον Τοῦτο ἴδοι τις ἂν καὶ κατὰ τὸν παρόντα τελούμενον αἰῶνα, μάλιστα δὲ τοῦ μέλλοντός ἐστιν· ἐκεῖ γὰρ καὶ ὁ ἔλεγχος περιφανής, καὶ ἡ ἀπόφασις ἀνηλεὴς, καὶ ἡ βάσανος ἀτελεύτητος. «Ἔως οὗ, φησὶν, ἀποδῷ πᾶν τὸ ὀφειλόμενον.» Τὸ δὲ τῶν ἀδυνάτων ἐστὶν εὐ ρεθῆναι παρ´ ἡμῶν ἀπόδοσιν ἐξισουμένην ταῖς πρὸς τὸν Θεὸν ὀφειλαῖς· ὥστε τὸ, «Ἔως οὗ ἀποδῷ τὸ πᾶν,» τὴν αἰώνιον παρίστησι βάσανον. Ἀλλὰ πῶς ἐκεῖνα πάντα τὰ τῆς παραβολῆς ἐνταῦθα τελεῖται τὸ βῆμα τὸ βασιλικὸν, ὁ τῶν ὀφειλόντων ἔλεγχος, ἡ μετὰ τοὺς ἐλέγχους ἀπαίτησις, καὶ ὅσα τῶν ἑξῆς; Ἕστηκεν ὁ τοῦ Θεοῦ ναὸς οὗτος καθάπερ οὐρανὸς ἄλλος ἔνδον τοῦ ἱεροῦ καταπετάσματος, ὥσπερ ἐν ἣπερουρανίοις σκηναῖς, τὸν θρόνον ἔχων τὸν δεσπο τικὸν, ἐφ´ οὗ καθήμενος ὁ τοῦ παντὸς βασιλεὺς, συναίρει λόγον ἀοράτως μετὰ τῶν δούλων αὐτοῦ, τῶν περιεστώτων πάντων ἡμῶν ἐνταῦθα καὶ προσευχομένων. Πολλοὶ δέ εἰσιν, ὧν εἶς εἰμι καὶ αὐτὸς, οἶτινες ἐλέγχονται παρὰ τῶν εἰς ἐπήκοον ἀδομένων τε καὶ ἀναγινωσκομένων ἐνταῦθα ῥημάτων θείως, ὡς μὴ κατὰ Θεὸν χρώμενοι τοῖς τοιούτοις μυρίοις οὖσι, τουτέατι πλείστοι· ὧν ἕκαστον τάλαντόν ἐστιν, ὡς βαρεῖαν καὶ πολυάριθμον ἔχον τὴν καταδίκην· οὕτω γὰρ καὶ ὁ Κάῖν ἐν ἡμαρτηκέναι δοκῶν, τὴν ἀδελφοκτονίαν. ἑπτὰ εἶχε τὰ ἐκδικούμενα, τουτέστι πολλὰ, κατὰ τὸ γεγοαμμένον. Οὐκ ἐλεγχόμεθα δὲ μόνον ὀφείλειν, ἀλλὰ καὶ τὰς ἀποκειμένας τοῖς ὑπευθύνοις ἐκ τῶν θείων λογίων μανθάνομεν κ λάσεις· μαθόντες δὲ, μέχρις ἂν παραμένωμεν ἐν τῷ ναῷ, μετανοοῦμεν, προσπίπτομεν, ἱκετεύομεν, ὑπισχνούμεθα βιώσειν εἰς τὸ ἑξῆς θεαρέστως, ἀλλὰ καὶ τυγχάνομεν τῆς ἀφέσεως, παραμένοντες ἄχρι τέλους ἐνταῦθα καὶ θερμῶς ἱκετεύοντες· «Ἐπιστράφητε γὰρ, φησὶί, πρός με, καὶ ἐπεστριφήομαι πρὸς ὑμᾶς, λέγει Κύριος,","prev":{"citation":"Homiliae 234","label":"234","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/234","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/234"},"next":{"citation":"Homiliae 236","label":"236","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/236","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/236"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}