{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 239","citation":"Gregorius Palamas, Homiliae 239","ref":"239","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/239","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/239","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/239.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":398,"text":"ἀλλ´ ἀμέσως χωρὶς παραπετάσματός τινος ἡ τοῦ Ὑψίστου δύναμις ἐπισκιάζει τῇ πανυπεράγνῳ καὶ παρθενικῇ γαστρὶ, μηδενὸς ὄντος μεταξὺ, μήτ´ ἀέρος μήτ´ αἰθέρος μήτε τινὸς τῶν αἰσθητῶν, ἢ τῶν ὑπὲρ ταῦτα· τοῦτο δὲ οὐκ ἐπισκίασις, ἀλλ´ ἕνωσις ἄντικρύς ἐστιν. Ἐπεὶ δὲ ἀεὶ πέφυκε τὸ σκιάζον τὴν ἑαυτοῦ μορφὴν καὶ τὸν οἰκεῖον τύπον τῷ ἐπισκιαζομένῳ ἐμποιεῖν, οὐχ ἕνωσις μόνον, ἀλλὰ καὶ μόρφωσις γέγονεν ἐν τῇ γαστρὶ, καὶ τὸ ἐξ ἀμφοῖν μεμορφωμένον τῆς τε τοῦ Ὑψίστου δυνάμεως, καὶ της. παναγίας ἐκείνης καὶ παρθενικῆς γαστρὸς, Λόγος ἦν Θεοῦ σεσαρκωμένος. Οὕτως ἐσκήνωσεν ἀποῤῥήτως ἐν αὐτῇ, καὶ ἐξ αὐτῆς προῆλθε σαρκοφόρος ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, τὴν ἡμετέραν θεουργῶν φύσιν, καὶ χαριζόμενος ἡμῖν κατὰ τὸν θεῖον Ἀπόστολον, «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.» Καὶ τοῦτό ἐστι τὸ ὑπερφυὲς ἐγκώμιον, καὶ ἡ τῆς ἀειπαρθένου ταύτης ὑπερένδοξος δόξα, ἦς ἅπας ἡττᾶται καὶ νοῦς καὶ λόγος, κἂν εἴ τις ἀγγελικὸς εἴη. Τὰ δὲ μετὰ τὸν ἀπόῤῥητον τόκον τίς ἃν αὖθις ἐξείποι λόγος; Συμπράττουσα γὰρ καὶ συμπάσχουσα τῇ δι´ αὐτῆς ὑψοποιῷ κενώσει τοῦ Λόγου τοῦ Θεοῦ, καὶ συνεδοξάζετο καὶ συνανυψοῦτο δικαίως, ταῖς ὑπερφυέσι προσθήκαις ἀεὶ προστιθεῖσα τῶν μεγαλείον. Ἀλλὰ καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ ἐξ αὐτῆς σαρκωθέντος, τοῖς ὑπὲρ νοῦν καὶ λόγον ὑπηργμένοις ταύτῃ παρ´ αὐτοῦ μεγαλείοις οἷον ἀντεφιλοτιμεῖτο τῷ καρτερικελτάτῳ καὶ πολυειδεῖ τῆς ἀσκήσεως, καὶ ταῖς ὑπερ τοῦ κόσμου παντὸς εὐχαῖς ὁμοῦ καὶ σπουδαῖς, καὶ ταῖς πρὸς τοὺς βΟ διὰ πάντα τὰ πέρατα θεοκήρυκας ὑποθήκαις καὶ προτροπαῖς, ἀπάντων ἦν αὕτη μόνη στηριγμὸς ὁμοῦ καὶ παράκλησις, καὶ ἀκουομένη καὶ ὁρωμένη, καὶ συνεργαζομένη παντοίως τοῦ Εὐαγγελίου τὸ κήρυγμα· καὶ οὕτωβίον ἐναγώνιον ἄκρως καὶ πολιτείαν νοῦν καὶ λόγον ἐνδεικνυμένη, Διὰ ταῦτα τοίνυν καὶ ὁ θάνατος αὐτῆς ζωηφόρος, εἰς οὐράνιον καὶ ἀθάνατον μεταβιβάζων ζωήν· καὶ ἡ τούτου μνήμη χαρμόσυνος ἑορτὴ καὶ παγκόσμιός ἐστι πανήγυρις, μὴ μόνον ἀνανεουμένη τὴν μνήμην τῶν τῆς Θεομήτορος θαυμασίων, ἀλλὰ καὶ προστιθεῖσα τὴν κοινὴν καὶ καινὴν τῶν ἱερῶν ἀποστόλων ἐκ παντὸς ἔθνους ἐπὶ τῇ πανιέρῳ κηδείᾳ ταύτης συνδρομήν· τοὺς ἐπὶ ταύτῃ τῶν θεολήπτων ἐκείνον θεοφάντορας ὕμνους· τὰς ἀγγελικὰς ἐπιστασίας καὶ περὶ αὐτὴν χοροστασίας καὶ λειτουργίας· προπεμ πόντων, ἐφεπομένων, συμπραττόντων, ἀντιπραττόντων, ἀμυνόντων, ἀμυνομένων· καὶ συνεργούντων μὲν καὶ συνᾳδόντων πάσῃ δυνάμει τοῖς διὰ πάντων σεμνύνουσι τὸ ζωάρχικὸν καὶ θεοδόχον ἐκεῖνο σῶμα, τὸ σωστικὸν φάρμακον τοῦ καθ´ ἡμᾶς γένους, τὸ πάσης τῆς κτίσεως σεμνολόγημα· πολεμούντων δὲ καὶ ἀντικειμένων χειρὶ κρυφίᾳ τοῖς ἐπεμβαίνουσι καὶ ἀντεπανισταμένοις Ἰουδαίοις θεομάχῳ χειρὶ καὶ γνώμῃ, αὐτοῦ τοῦ Κυρίου Σαβαὼθ καὶ Υἱοῦ τῆς ἀειπαρθένου ταύτης ἀοράτως παρόντος, καὶ τὴν","prev":{"citation":"Homiliae 238","label":"238","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/238","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/238"},"next":{"citation":"Homiliae 240","label":"240","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/240","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/240"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}