{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 24","citation":"Gregorius Palamas, Homiliae 24","ref":"24","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/24","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/24","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/24.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":449,"text":"γὰρ μίαν φύσιν εἰς δύο διεῖλεν ἡ τῆς γνώμης διαφορὰ, καὶ τοὺς πολλούς εἰς δύο συνῆξεν ἡ τῆς ἀρετῆς καὶ τῆς κακίας διαστολή· καὶ ἡμεῖς γὰρ ἔστιν Ἐτε καὶ τὸν καθ´ ὑπόστασιν ἕνα διπλοῦν φαμεν, ὅταν ἔχῃ τὴν τοῦ ἤθους διπλόην, καὶ τοὺς πολλοὺς ἕνα πάλιν, ἡνίκα πρὸς ἀλλήλους συνᾴδουσι. «Προσελθὼν αὖν ὁ νεώτερος υἱὸς εἶπε τῷ πατρί·» εἰκότως νεώτερος· νεωτερικὴν γὰρ καὶ ἀφροσύνης γέμουσαν προσάγει τὴν ζήτησιν. Καὶ ἡ ἀμαρτία δὲ, ἢν ἐνενόει τὴν ἀποστασίαν ὡδίνων, νεωτέρα ἐστὶν, ὑστερογενὲς εὔρημα γενομένη τῆς κακῆς ἡμῶν προαιρέσειως· ἡ δὲ ἀρετὴ παλαιγενής ἐστιν, ἐξ ἀιδίου μὲν ἐν τῷ Θεῷ οὖσα, τῇ δὲ ἡμετέρᾳ τὴν ἀρχὴν παρὰ Θεοῦ κατὰ χάριν ἐντεθεῖσα ψυχῇ. Καὶ προσελθὼν, φησὶν, ὁ νεώτερος υἱὸς εἶπε τῷ πατρί· «Δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.» Βαβαὶ τῆς ἀφροσύνης! οὐ προσέπεσεν, οὐχ ἱκέτευσεν, ἀλλ´ ἀπλῶς εἶπε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὡς ὀφειλὴν ἀπαιτεῖ παρὰ τοῦ πᾶσι κατὰ χάριν διδόντος. Δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας, τὸ κατὰ νόμους ἐμοὶ προσῆκον, τὴν κατὰ τὸ δίκαιον ἡμετέραν μερίδα. Καὶ τίς νόμος, καὶ πόθεν δίκαιον ὀφειλέτας εἶναι τοῖς παισὶ τοὺς πατέρας; Τοὐναντίον μὲν οὖν μᾶλλον τοῖς πατράσιν ὀφείλειν τοὺς παῖδας οὶ ἡ φύσις αὐτὴ παρίστησιν, ἐξἐκείνων τὸ εἶναι λαβόντας. Ἀλλὰ καὶ τοῦτο τοῦ νεωτερικοῦ φρονήματος. Τίοὖν ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, ὁ ἀνατέλλων τὸν ἤλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς; Διεῖλεν αὐτοῖς, φησί, τὸν βίον. Ὁρᾷς ὅτι ἀνονδεής ἐστιν ὁ ἄνθρωπος καὶ πατὴρ οὗτος; Οὐ γὰρ ἂν τοῖς δυσὶ μόνοις διεῖλεν, οὐδὲ εἰς δύο μόνον, ἀλλὰ καὶ τρίτην ἂν ἑαυτῷ τοῦ βίου παρακατέσχε μερίδα. Ὁ δὲ, ὡς Θεὸς, καθάπερ καὶ ὁ προφήτης φησὶ Δαβὶδ, μὴ χρείαν ἔχων τῶν παρ´ ἡμῖν ἀγαθῶν, τοῖς δυσὶ παισὶ τούτοις μόνοις διεῖλε, φησί, τὸν βίον, τουτέστι τὸν κόσμον ἅπαντα· διαιρεῖται γὰρ, ὥσπερ ἡ μία φύσις τῇ διαφόρῳ γνώμῃ, οὖτος ὁ εἰς κόσμος τῇ διαφόρῳ χρήσει· ὁ μέν φησι πρὸς τὸν Θεὸν, «Ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·» καὶ, «Ἑπτάκις τῆς ἡμέρας [νεσά σε·» καὶ, «Μεσονύκτιον ἐξηγειρόμην·» καὶ, «Ἐκέκραξα ἐν ἀωρίᾳ·» καὶ, «Ἐπήλπισα ἐπὶ τοὺς λόγους σου·» καὶ, «Εἰς τὰς ΧΚ πρωΐας ἀπέκτεινον πάντας τοὺς ἀμαρτωλοὺς τῆς γῆς,» τουτέστι τὰς πρὸς ἡδυπάθειαν κινουμένας ὀρέξεις τῆς σαρκὸς ἀπέτεμνον· ὁ δὲ διημερεύει ἐν οἵνῳ, καὶ σκοπεῖ ποῦ πότος γίνεται, καὶ ανδιανυκτερεύει ταῖς ἀσίμνοις καὶ ἀθέσμοις πράξεσι, καὶ ταχύνει πρὸς ἀφανεῖς δόλους, ἢ φανερὰς πιβουλὰς καὶ χρημάτων ἁρπαγὰς, καὶ μελέτας πονηράς, Ἅρ´ οὐ διεῖλον οὗτοι τὴν μίαν νύκτα, καὶ τὸν ἕνα ἤλιον, καὶ πρὸ τούτων τὴν ἰδίαν φύσιν, ἀσυμφώνως ἀλλήλοις καταχρησάμενοι; Ὁ δὲ Θεὸς ἀδιαιρέτως διεῖλε πᾶσι πᾶσαν τὴν κτίοιν, προθεὶς εἰς χρῆσιν τὴν κατὰ βούλησιν. «Καὶ μετ´ οὐ πολλὰς ἡμέρας, φησί, συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς, ἀπεδήμησεν εἰς χώραν μακράν.» Πῶς οὐκ εὐθὺς, ἀλλ´ οὐ μετὰ πολλὰς, ἤτοι μετ´ ὁλίγας ἀπεδήμησεν ἡμέρας; Ὁ πονηρὸς ὑποφήτης","prev":{"citation":"Homiliae 23","label":"23","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/23","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/23"},"next":{"citation":"Homiliae 25","label":"25","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/25","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/25"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}