{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 241","citation":"Gregorius Palamas, Homiliae 241","ref":"241","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/241","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/241","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/241.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":433,"text":"ἄναστάσεως αἱ σινδόνες καὶ τὰ ἐντάφια, μόνα περιλειφθέντα τῷ τάφῳ, καὶ μόνα κατ´ αὐτὸν εὑρεθέντα κατὰ ζήτησιν προσελθοῦσι, καθάπερ ἐπὶ τοῦ Υἱοῦ καὶ Δεσπότου πρότερον. Οὐκ ἧν δὲ χρεία καὶ ταύτην ἔτι πρὸς ὀλίγον καθάπερ ὁ ταύτης Υἱὸς καὶ Θεὸς ἐνδιατρίψαι τῇ γῇ· διὰ τοῦτο πρὸς τὸν ὑπερουράνιον εὐθὺς ἀνελήφθη χῶρον ἀπὸ τοῦ τάφου, παρ´ οὗ πάλιν μέχρι γῆς φανοτάτας τε καὶ θειοτάτας ἀπαστράπτει τὰς μαρμαρυγὰς καὶ τὰς χάριτας, πᾶσαν τὴν περίγειον λῆξιν ἐκεῖθεν διαφωτίζουσα, καὶ παρὰ τῶν πιστῶν πάντων προσκυνουμένη καὶ θαιλμάζομένη καὶ ὑμνουμένη. Καθάπερ γὰρ βουληθεὶς ὁ Θεὸς εἰκόνα στήσασθαι παντὸς καλοῦ, καὶ τὴν ἑαυτοῦ περὶ ταῦτα καθαρῶς ἐνδείξασθαι καὶ ἀγγέλοις καὶ ἀνθρώποις, οὕτω ταύτην οὕτω παγκάλην ὄντως ἐξειργάσατο, πάντα συνελὼν, οἷς πάντα διελὼν ἐκόσμησεν, ὁρατῶν τε καὶ ἀοράτων ἀγαθῶν κοινὸν ὑποστήσας κόσμον, μᾶλλον δὲ θείων καὶ ἀγγελικῶν καὶ ἀνθρωπίνων πάντων καλῶν κοινὸν αὐτῆν ὑποδείξας κρᾶμα καὶ καλλονὴν ὑπερτέραν ἀμφοτέρους ἐπικοσμοῦσαν τοὺς κόσμους, ἀπὸ γῆς μὲν ἠργμένην, μέχρι δὲ οὐρανοῦ φθάσασαν, καὶ ὑπερβᾶσαν καὶ τοῦτον, τῇ παρὰ τοῦ τάφου νῦν πρὸς οὐρανὸν ἀναλήψει, καὶ τοῖς ἄνω τὰ κάτω συνάψασαν, καὶ τὸ πᾶν περισχοῦσαν τοῖς οερὶ αὐτὴν θαυμασίοις, ὡς καὶ καθ´ ὃ βραχύ τι παρ´ ἀγγέλους ἠλαττωμένην τὴν ἀρχὴν εἴρηται, τὸ τοῦ θανάτου γεύσασθαι λέγω, τὴν πρὸς τὰ πάντα τῆς Θεομήτορος ἐπαύξειν ὑπεροχήν· ὅθεν καὶ δικαίως τὴν ἑπὶ τούτῳ πανήγυριν τὰ πάντα συγκροτεῖ καὶ συνεργάζεται σήμερον Ἔπρεπε δὲ ἄρα τὴν χωρήσασαν τὸν πληροῦντα τὰ πάντα, καὶ ὑπὲρ τὸ πᾶν ὄντα, τὰ πάντα καὶ ταύτην φθάσαι, καὶ ὑπὲρ τὰ πάντα γενέσθαι ταῖς καθ´ ἑαυτὴν ἀρεταῖς τῷ μεγέθει τοῦ ἀξιώματος. Καὶ τοίνυν ἃ πᾶσι τοῖς ἐκ τοῦ παντὸς αἰῶνος ἀρίστοις ἤρκεσε διαμερισαμένοις ἀρίστους γενέσθαι, καὶ ὅσα πάντες οἱ Θεῷ κεχαρισμένοι κατὰ μέρος ἔχουσιν ἄγγελοί τε καὶ ἄνθρωποι, πάντα συλλαβοῦσα, καὶ μόνη πάντα διατελοῦσα καὶ περιττεύουσα μηδ´ ὅσον κἰπεῖν, ἔχειν καὶ τοῦτο νῦν ὑπὲρ πάντας τὸ μετὰ Πάνατον ἀπαθανατισθῆναι, καὶ μόνη μετὰ σώματος κατ´ οὐρανὸν σὺν τῷ Υἱῷ καὶ Θεῷ δεαιτᾶσθαι, κἀντεῦθεν ἐκεῖθεν ὑπερεκχεῖν καὶ πρὸς τοὺς αὐτὴν τιμῶντας δαψιλεστάτην τὴν χάριν, αὐτὸ χαριζομένη τὸ πρὸς αὐτὴν ἔχειν ἀνατείνεσθαι, δίόκον οὖσαν τηλικούτων χαρίτων· καὶ προσεπιδαψιλευομένη τὰ κρείττω δι´ ἀγαθότητα, καὶ μηδέποτε παυομένη τῆς ὑπὲρ ἡμῶν λυσιτελοῦς ταύτης φορᾶς καὶ δαψιλοῦς συντελείας. Πρὸς μὲν οὖν τὴν παντὸς ἀγαθοῦ τοιαύτην ἀπιδών τις συνδρομήν τε καὶ χορηγίαν, τοῦτο τὴν Παρθένον ἐρεῖ τελεῖν ἐν ἀρετῇ καὶ τοῖς κατ´ ἀρετὴν ζῶσιν, ὅπερ ἐν αἰσθητῷ φωτὶ καὶ τοῖς ὑπ´ αὐτὸ ζῶσιν ἥλιον. Εἰ δὲ πρὸς τὸν ἀνατείλαντα τοῖς ἀνθρώποις ἐξαισίως ἀπὸ τῆς Παρθένου ταύτης ἥλιον, ὅς ἔχει πάντα καὶ ὑπερέχει φύσει τὰ χάριτι ταύτῃ προσπεφυκότα, εἰ πρὸς τοῦτον μετενέγκοι τὸ τῆς διανοίας ὄμμα, οὐρανὸς εὐθὺς ἡ Παρθένος ἀναφανήσεται· τοσούτῳ καὶ τῶν ὑπ´ οὐρανὸν καὶ τῶν ὑπὲρ τοῦτον κεχαριτωμένων θείως ἁβροτέραν κεκτημένη","prev":{"citation":"Homiliae 240","label":"240","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/240","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/240"},"next":{"citation":"Homiliae 242","label":"242","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/242","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/242"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}