{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Homiliae 242","citation":"Gregorius Palamas, Homiliae 242","ref":"242","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/242","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/242","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/242.md","author":{"name":"Gregorius Palamas","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas"},"work":{"title":"Homiliae","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae","urn":"urn:cts:greekLit:oga001501.ogc003911"},"verse":false,"words":429,"text":"τὴν διὰ πάντων ἀγαθῶν εὐκληρίαν, ὁπόσον ἡλίου μὲν οὐρανός ἐστι μείζων, οὐρανοῦ δὲ λαμπρότερος ἤλιος. Τίς σου τὸ θεαυγὲς κάλλος ὑπογράψει, Θεομῆτορ Παρθένε, λόγος; οὐ γάρ ἔστι τὰ σὰ λογισμοῖς καὶ λόγοις ὁρίζειν· πάντα γὰρ ὑπερβαίνει καὶ νοῦν καὶ λόγον. Ὑμνεῖν δ´ ὅμως ἔξεστι, σοῦ φιλανθρώπως προσιεμένης· σὺ γὰρ καὶ χαρίτων ἀπασῶν χωρίον, καὶ πλήρωμα καλοκἀγαθίας παντοίας, καὶ πίναξ καὶ εἰκὼν ἔμψυχος ἀγαθοῦ παντὸς, καὶ χρηστότητος πάσης, ὡς μόνη πάντων ἠξιωμένη συλλήβδην τῶν τοῦ Πνεύματος χαρισμάτων· μᾶλλον δὲ, καὶ τὸν ἐν ᾧ τούτων ἁπάντων οἱ θησαυροὶ μόνη παραδόξως ἐν τοῖς σπλάγχνοις ἔνοικον σχοῦσα, καὶ τούτου καὶ ταστᾶσα παράδοξος σκηνή· κἀντεῦθεν καὶ νῦν διὰ θανάτου πρὸς ἀθανασίαν χωρήσασα, καὶ δικαίως ἀπὸ γῆς εἰς οὐρανὸν μεταστᾶσα, ὡς ἂν ἐν ὑπερουρανίοις σκηνώμασι σύσκηνος εἴης τούτῳ τὸν ἀεὶ χρόνον, ἐκεῖθεν περιέπουσα τὸν σὸν κλῆρον, καὶ ταῖς ἀκοιμήτοις πρὸς αὐτὸν πρεσβείαις τοῦτον πρὸς πάντας ἱλεουμένη. Τοσοῦτόν ἐστιν ἐγγυτέρα τῶν Θεῷ ἐγγιζόντων· οὕτω μειζόνων ἢ κατὰ πάντας ἡ Θεα τόκος ἠξίωται τῶν πρεσβείων· οὐ τοὺς ἀνθρώπους λέγω μόνον, ἀλλὰ καὶ αὐτὰς πάσας τὰς ἀγγελικὰς ἱεραρχίας. Περὶ μὲν γὰρ τῆς τούτων ἀνωτάτω ταξιαρχίας Ἡσαΐας γράφει· «Καὶ τὰ Σεραφὶμ εἰστήκεισαν κύκλῳ αὐτοῦ.» Περὶ δὲ αὐτῇς πάλιν ὁ Δαβίδ· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου.» Ὁρᾶτε τὴν διαφορὰν τῆς στάσεως; Ἀπὸ ταύτης ἔχετε συνορᾷν καὶ τὴν διαφορὰν τῆς κατὰ τὴν ἀξίαν τάξεως· περὶ μὲν γὰρ τὸν Θεὸν τὰ Σεραφὶμ, πλησίον δὲ παρ´ αὐτὸν ἐκεῖνον μόνη ἡ παμβασιλὶς, ἡ καὶ παρ´ αὐτοῦ τοῦ Θεοῦ θαυμάζεταί τε καὶ ἐγκωμιάζεται, κηρύττοντος οἷον ταῖς περὶ αὐτὸν δυνάμεσιν αὐτὴν, καὶ λέγοντος κατὰ τὸ εἰρημένον ἐν τοῖς τῶν ἀσμάτων ᾄσμασι· «Τί καλὴ ἡ πλησίον μου;» φωτὸς φαιδροτέρα, παραδείσων θείων εὐανθεστέρα, κόσμου παντὸς ὁρατοῦ καὶ ἁοράτου κοσμιωτέρα. Οὐ πληαἰον δὲ μόνον, ἀλλὰ καὶ ἐκ δεξιῶν εἰκότως· ὅπου γὰρὁ Χριστὸς ἐν οὐρανοῖς ἐκάθισεν, ἐν δεξιᾷ δηλονότι τῆς μεγαλωσύνης, ἐκεῖ καὶ αὕτη νῦν ἀπὸ γῆς εἰς οὐρανοὺς ἀναβᾶσα ἕστηκεν· οὐ μόνον ὅτι ποθεῖ καὶ ἀντιποθεῖται πάντων μάλιστα, καὶ αὐτοῖς φυσικοῖς θεσμοῖς, ἀλλ´ ὅτι καὶ θρόνος ἐστὶν ὡς ἀληθῶς αὐτοῦ· ὅπου δὲ κάθηται ὁ βασιλεὺς, ἐκεῖ ὁ θρόνος Κσταται. Τοῦτον τὸν θρόνον καὶ ὁ Ἡσαΐας μεταξὺ ἐκείνου τοῦ χερουβικοῦ χοροῦ καὶ ἔβλεπε καὶ ἔλεγεν ὑψηλὸν καὶ ἐπηρμένον, τὸ τὰς οὐρανίους δυνάμεις ὑπεραναβεβηκὸς τῆς Θεομήτορος δηλῶν. Διὸ καὶ αὐτοὺς εἰσάγει τοὺς ἀγγέλους ἀπὸ ταύτης τὸν Θεὸν δοξάζοντας καὶ λέγοντας· «Εὐλογημένη ἡ δόξα Κυρίου ἀπὸ τοῦ τόπου αὐτοῦ.» Ἰακὼβ δὲ ὁ πατριάρχης δι´ αἰνιγμάτων τοῦτον θεασάμενος, «Ὡς φοβερὸς ὁ τόπος οὐτος, εἶπεν· οὐκ ἔστι τοῦτο, ἀλλ´ ἢ οκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.» Δαβὶδ δὲ ἑτέρωθεν τῶν σεσωσμένων τὰ πλήθη συνάψας ἑαυτῷ, καὶ οἷόν τισι νευραῖς, ἢ φθόγγοις διαφόροις, τοῖς ἐκ διαφόρου γένους εἰς μίαν πίστιν ὑπὸ τῆς","prev":{"citation":"Homiliae 241","label":"241","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/241","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/241"},"next":{"citation":"Homiliae 243.1-10","label":"243.1 to 243.10","url":"https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/243.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/243.1"},"credit":{"text":"Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003911","quality":"ocr"}}